Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ξηρὸν ὑπαὶ δείους ἀκρόχλοονἸφικλῆα·
  2. Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπʼ ἀμνείαν θέτο χλαῖναν
  3. παῖδα, πάλιν δʼ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου.
  4. ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον·
  5. Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα
  6. Ἀλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν,
  7. καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν,
  8. ἠνώγει. μηδʼ εἴ τι θεοὶ νοέοντι πονηρόν,
  9. αἰδόμενος σύ με κρύπτε· καὶ ὣς οὐκ ἔστιν ἀλύξαι
  10. ἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει.
  11. ἀλλʼ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω.
  12. τόσσʼ ἔλεγεν βασίλεια· ὁ δʼ ἀνταμείβετο τοίως·
  13. θάρσει ἀριστοτόκεια γύναι, Περσήιον αἷμα.
  14. θάρσει· μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι.
  15. ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων,
  16. πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα
  17. χειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαι
  18. Ἀλκμήναν ὀνομαστί, σέβας δʼ ἔσῃ Ἀργείαισι.
  19. τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα
  20. ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως,