Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ὣς φάθʼ. ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας·
  2. δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν
  3. κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο.
  4. ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος,
  5. κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον.
  6. ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας·
  7. δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας·
  8. οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες,
  9. δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας.
  10. ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ.
  11. Ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα.
  12. οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι
  13. δμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου.
  14. ἤτοι ἄρʼ ὡς εἴδοντʼ ἐπιτίτθιον Ἡρακλῆα
  15. θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα,
  16. συμπλήγδην ἰάχησαν· ὁ δʼ ἐς πατέρʼ Ἀμφιτρύωνα
  17. ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δʼ ὑψόθι χαίρων
  18. κουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν
  19. πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.
  20. 153
  21. Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον