Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι
  2. Κάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών,
  3. ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς
  4. ναῖε παρʼ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος.
  5. Κάστορι δʼ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴς
  6. ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα.
  7. Ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ.
  8. εὐνὰ δʼ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς
  9. δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ,
  10. δεῖπνον δὲ κρέα τʼ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος
  11. Δωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι.
  12. αὐτὰρ ἐπʼ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον.
  13. εἵματα δʼ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας.