Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- πάντʼ ἔμαθʼ Ἑρμείαο διδασκόμενος παρὰ παιδὶ
- Ἁρπαλύκῳ Φανοτῆι, τὸν οὐδʼ ἂν τηλόθι λεύσσων
- θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντʼ ἐν ἀγῶνι·
- τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.
- ἵππους δʼ ἐξελάσασθαι ὑφʼ ἅρματι, καὶ περὶ νύσσαν
- ἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι,
- Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν
- αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατʼ ἀγώνων
- Ἄργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖς
- δίφροι, ἐφʼ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας.
- δούρατι δὲ προβολαίῳ ὑπʼ ἀσπίδι ὦμον ἔχοντα
- ἀνδρὸς ὀρέξασθαι ξιφέων τʼ ἀνέχεσθαι ἀμυχμόν,
- κοσμῆσαί τε φάλαγγα λόχον τʼ ἀναμετρήσασθαι