Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω,
  2. ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί·
  3. Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν;
  4. ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.
  5. Ἡμὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας
  6. Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου
  7. Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.
  8. ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ
  9. τοίχων ἄνδρες ἔβαινονἸησονίης ἀπὸ νηός.
  10. 141
  11. ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν
  12. εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.
  13. Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης
  14. ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων,