Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα,
  2. ἠὲ καὶ ἐκ πρῴρηθεν, ἢ ὅππῃ θυμὸς ἑκάστου,
  3. ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δʼ ἄρα τοίχους
  4. ἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα
  5. εἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβρος
  6. νυκτὸς ἐφερπούσης· παταγεῖ δʼ εὐρεῖα θάλασσα,
  7. κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.
  8. ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας
  9. αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι·
  10. αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη
  11. ἀμπέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι·
  12. ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν, ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴ
  13. φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.