Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι.
  2. Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες,
  3. στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι,
  4. κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δʼ αὐτοῖν
  5. κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,
  6. 137
  7. τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα
  8. ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι,
  9. μήρινθοι κώπα τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος·
  10. νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τʼ ἐπί σφι
  11. οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος.
  12. οὐδεὶς δʼ οὐ σισύραν εἶχʼ οὐ λίνα· πάντα περισσά,
  13. πάντʼ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφας ἔτειρε
  14. οὐδεὶς δʼ ἐν μέσσῳ γείτων· πενίᾳ δὲ παρʼ αὐτὰν