Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα
- βουκολέοντα φίλασεν, ἀπʼ Οὐλύμπω δὲ μολοῖσα
- λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε.
- καὶ τὺ Ῥέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ
- ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης;
- Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν,
- ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας.
- μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατʼ ἄστυ
- μήτʼ ἐν ὄρει φιλέοις, μούνη δʼ ἀνὰ νύκτα καθεύδοις.
- Ἁ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει,
- αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδειν
- ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι.
- κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον