Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον,
  2. καί μʼ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε
  3. χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα,
  4. καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς
  5. καὶ σοβαρόν μʼ ἐγέλαξεν. ἐμοὶ δʼ ἄφαρ ἔζεσεν αἷμα,
  6. καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ.
  7. χἁ μὲν ἔβα με λιποῖσα· φέρω δʼ ὑποκάρδιον ὀργάν,
  8. ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθʼ ἑταίρα.
  9. ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί;
  10. ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε;
  11. καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος
  12. ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δʼ ἐπύκαζεν ὑπήναν,
  13. χαῖται δʼ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο,