Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ.
  2. χἁ μάτηρ γελάσασα· τί δʼ; οὐκ ἴσος ἐσσὶ μελίσσαις;
  3. ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς.
  1. Εὐνείκα μʼ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι,
  2. καί μʼ ἐπικερτομέοισα τάδʼ ἔννεπεν· ἔρρʼ ἀπʼ ἐμεῖο.
  3. βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα
  4. ἀγροίκως φιλέειν, ἀλλʼ ἀστικὰ χείλεα θλίβειν.
  5. μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδʼ ἐν ὀνείροις.
  6. οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις,
  7. 135
  8. ὡς τρυφέρʼ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις·
  9. ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν.
  10. χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι,
  11. καὶ κακὸν ἐξόσδεις. ἀπʼ ἐμεῦ φύγε, μή με μολύνῃς.