Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
- καί μʼ ἁ Θευχαρίδα Θρᾷσσα τροφὸς ἁ μακαρῖτις
- ἀγχίθυρος ναίοισα κατεύξατο καὶ λιτάνευσε
- τὰν πομπὰν θάσασθαι· ἐγὼ δέ οἱ ἁ μεγάλοιτος
- ὡμάρτευν βύσσοιο καλὸν σύροισα χιτῶνα,
- κἀμφιστειλαμένα τὰν ξυστίδα τὰν Κλεαρίστας.
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
- ἤδη δʼ εὖσα μέσον κατʼ ἀμαξιτόν, ᾇ τὰ Λύκωνος,
- εἶδον ὁμοῦ Δέλφιν τε καὶ Εὐδάμιππον ἰόντας.
- τοῖς δʼ ἦν ξανθοτέρα μὲν ἑλιχρύσοιο γενειάς,
- στήθεα δὲ στίλβοντα πολὺ πλέον ἢ τὺ Σελάνα,
- ὡς ἀπὸ γυμνασίοιο καλὸν πόνον ἄρτι λιπόντων.
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
- χὡς ἴδον, ὡς ἐμάνην, ὥς μευ πέρι θυμὸς ἰάφθη
- δειλαίας· τὸ δὲ κάλλος ἐτάκετο, κοὔτέ τι πομπᾶς
- τήνας ἐφρασάμαν, οὐδʼ ὡς πάλιν οἴκαδʼ ἀπῆνθον
- ἔγνων· ἀλλά μέ τις καπυρὰ νόσος ἐξεσάλαξε,
- κείμαν δʼ ἐν κλιντῆρι δέκʼ ἄματα καὶ δέκα νύκτας.
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
- καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ,
- ἔρρευν δʼ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰ
- ὀστίʼ ἔτʼ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα
- ἢ ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπᾷδεν;
- ἀλλʼ ἦς οὐδὲν ἐλαφρόν· ὁ δέ χρόνος ἄνυτο φεύγων.
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
- χοὕτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα·
- εἰ δʼ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος.
- πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος· ἀλλὰ μολοῖσα
- τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν·
- τηνεῖ γὰρ φοιτῇ, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι.
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
- κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον,
- κεἴφʼ ὅτι Σιμαίθα τυ καλεῖ, καὶ ὑφαγέο τᾷδε.
- ὣς ἐφάμαν· ἁ δʼ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων
- εἰς ἐμὰ δώματα Δέλφιν· ἐγὼ δέ νιν ὡς ἐνόησα
- ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ—
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα—
- πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳ
- ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις,
- οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳ
- κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα·
- ἀλλʼ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα.
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
- καί μʼ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας
- ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον·
- ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην
- πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον,
- ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν.
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
- ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα,
- ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός,
- μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,
- κρατὶ δʼ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος,
- πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν.
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
- καί μʼ εἰ μέν κʼ ἐδέχεσθε, τάδʼ ἦς φίλα· καὶ γὰρ ἐλαφρὸς
- καὶ καλὸς πάντεσσι μετʼ ἠιθέοισι καλεῦμαι·
- εὗδόν τʼ, εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλασα·
- εἰ δʼ ἀλλᾷ μʼ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ,
- πάντως καὶ πελέκεις καὶ λαμπάδες ἦνθον ἐφʼ ὑμέας.
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
- νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν,
- καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ
- ὦ γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον
- αὔτως ἡμίφλεκτον· Ἔρως δʼ ἄρα καὶ Λιπαραίω
- πολλάκις Ἡφαίστοιο σέλας φλογερώτερον αἴθει.
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
- σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο
- καὶ νύμφαν ἐφόβησʼ ἔτι δέμνια θερμὰ λιποῖσαν
- ἀνέρος. ὣς ὁ μὲν εἶπεν· ἐγὼ δέ οἱ ἁ ταχυπειθὴς
- χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλινʼ ἐπὶ λέκτρων.
- καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα
- θερμότερʼ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ·
- χὥς κά τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα,
- ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω.
- κοὔτέ τι τῆνος ἐμὶν ἐπεμέμψατο μέσφα τό γʼ ἐχθές,
- οὔτʼ ἐγὼ αὖ τήνῳ. ἀλλʼ ἦνθέ μοι ἅ τε Φιλίστας
- μάτηρ τᾶς ἀλαᾶς αὐλητρίδος ἅ τε Μελιξοῦς
- σάμερον, ἁνίκα πέρ τε ποτʼ ὠρανὸν ἔτρεχον ἵπποι
- Ἀῶ τὰν ῥοδόπαχυν ἀπʼ Ὠκεανοῖο φέροισαι.
- κεἶπέ μοι ἄλλά τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἐρᾶται,
- κεἴτέ νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός,
- οὐκ ἔφατʼ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον· αἰὲν Ἔρωτος
- ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων,
- καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν.
- ταῦτά μοι ἁ ξείνα μυθήσατο· ἔστι δʼ ἀλαθής·
- ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκʼ ἐφοίτη,
- καὶ παρʼ ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν·
- νῦν δέ τε δωδεκαταῖος ἀφʼ ὧτέ νιν οὐδὲ ποτεῖδον.
- ἦ ῥʼ οὐκ ἄλλό τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται;
- νῦν μὲν τοῖς φίλτροις καταθύσομαι· αἰ δʼ ἔτι κἠμὲ
- λυπῇ, τὰν Ἀίδαο πύλαν ναὶ Μοίρας ἀραξεῖ.
- τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσειν,
- Ἀσσυρίω δέσποινα παρὰ ξείνοιο μαθοῖσα.
- ἀλλὰ τὺ μὲν χαίροισα ποτʼ Ὠκεανὸν τρέπε πώλους,
- πότνιʼ· ἐγὼ δʼ οἰσῶ τὸν ἐμὸν πόνον ὥσπερ ὑπέσταν.
- χαῖρε Σελαναία λιπαρόχροε, χαίρετε δʼ ἄλλοι
- ἀστέρες, εὐκήλοιο κατʼ ἄντυγα Νυκτὸς ὀπαδοί.
70
71
72
73
- Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες
- βόσκονται κατʼ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.
- Τίτυρʼ ἐμὶν τὸ καλὸν πεφιλαμένε, βόσκε τὰς αἶγας,
- καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν
- τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ.
- ͂̓Ω χαρίεσσʼ Ἀμαρυλλί, τί μʼ οὐκέτι τοῦτο κατʼ ἄντρον
- παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ἦ ῥά με μισεῖς;
- ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,
- νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς.
- ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον,
- ὧ μʼ ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλά τοι οἰσῶ.
- θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος· αἴθε γενοίμαν
- ἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν
- τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, ᾇ τὺ πυκάσδῃ.
- νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦ ῥα λεαίνας
- μαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ,
- ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει.
74