Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Θεόφραστος Μελάντα Ἐρέσιος κναφέως υἱός, ὥς φησιν Ἀθηνόδωρος ἐν ὀγδόῃ Περιπάτων. οὗτος πρῶτον μὲν ἤκουσεν Ἀλκίππου τοῦ πολίτου ἐν τῇ πατρίδι, εἶτʼ ἀκούσας Πλάτωνος μετέστη πρὸς Ἀριστοτέλην· κἀκείνου εἰς Χαλκίδα ὑποχωρήσαντος αὐτὸς διεδέξατο τὴν σχολὴν Ὀλυμπιάδι τετάρτῃ καὶ δεκάτῃ καὶ ἑκατοστῇ. φέρεται δʼ αὐτοῦ καὶ δοῦλος φιλόσοφος ὄνομα Πομπύλος, καθά φησι Μυρωνιανὸς Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ὁμοίων ἱστορικῶν κεφαλαίων. ὁ δὲ Θεόφραστος γέγονεν ἀνὴρ συνετώτατος καὶ φιλοπονώτατος καί, καθά φησι Παμφίλη ἐν τῷ τριακοστῷ δευτέρῳ τῶν Ὑπομνημάτων, διδάσκαλος Μενάνδρου τοῦ κωμικοῦ·

ἄλλως τε καὶ εὐεργετικὸς [*](ἐνεργητικὸς R.) καὶ φιλόλογος. Κάσανδρος γοῦν αὐτὸν ἀπεδέχετο καὶ Πτολεμαῖος ἔπεμψεν ἐπʼ αὐτόν· τοσοῦτον δʼ ἀποδοχῆς ἠξιοῦτο παρʼ Ἀθηναίοις, ὥστʼ Ἀγνωνίδης τολμήσας ἀσεβείας αὐτὸν γράψασθαι, μικροῦ καὶ προσῶφλεν. ἀπήντων τʼ εἰς τὴν διατριβὴν αὐτοῦ μαθηταὶ πρὸς δισχιλίους. οὗτος τά τʼ

V1_484
ἄλλα καὶ περὶ δικαστηρίου[*](δικαστηρίου] διδασκαλίου Wyse: cf. Plut. Mor. 1108 E: διδακτηρίου Apelt.) τοιαῦτα διείλεκται ἐν τῇ πρὸς Φανίαν τὸν περιπατητικὸν ἐπιστολῇ· οὐ γὰρ ὅτι πανήγυριν, ἀλλʼ οὐδὲ συνέδριον ῥᾴδιον, οἷόν τις βούλεται, λαβεῖν· αἱ δʼ ἀναγνώσεις ποιοῦσιν ἐπανορθώσεις· τὸ δʼ ἀναβάλλεσθαι πάντα καὶ ἀμελεῖν οὐκέτι φέρουσιν αἱ ἡλικίαι. ἐν ταύτῃ τῇ ἐπιστολῇ σχολαστικὸν ὠνόμακε.

Τοιοῦτος δʼ ὤν, ὅμως ἀπεδήμησε πρὸς ὀλίγον καὶ οὗτος καὶ πάντες οἱ λοιποὶ φιλόσοφοι, Σοφοκλέους τοῦ Ἀμφικλείδου νόμον εἰσενεγκόντος, μηδένα τῶν φιλοσόφων σχολῆς ἀφηγεῖσθαι, ἂν μὴ τῇ βουλῇ καὶ τῷ δήμῳ δόξῃ· εἰ δὲ μή, θάνατον εἶναι τὴν ζημίαν. ἀλλʼ αὖθις ἐπανῆλθον εἰς νέωτα, Φίλωνος τὸν Σοφοκλέα γραψαμένου παρανόμων. ὅτε καὶ τὸν νόμον μὲν ἄκυρον ἐποίησαν Ἀθηναῖοι, τὸν δὲ Σοφοκλέα πέντε ταλάντοις ἐζημίωσαν κάθοδόν τε τοῖς φιλοσόφοις ἐψηφίσαντο, ἵνα καὶ Θεόφραστος κατέλθοι καὶ ἐν τοῖς ὁμοίοις εἴη. τοῦτον Τύρταμον λεγόμενον Θεόφραστον διὰ τὸ τῆς φράσεως θεσπέσιον Ἀριστοτέλης μετωνόμασεν·

οὗ καὶ τοῦ υἱέος Νικομάχου φησὶν ἐρωτικῶς διατεθῆναι, καίπερ ὄντα διδάσκαλον, Ἀρίστιππος ἐν τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς. λέγεται δʼ ἐπʼ αὐτοῦ τε καὶ Καλλισθένους τὸ ὅμοιον εἰπεῖν Ἀριστοτέλην, ὅπερ Πλάτωνα, καθὰ προείρηται, φασὶν εἰπεῖν ἐπί τε Ξενοκράτους καὶ αὐτοῦ τούτου· φάναι γάρ, τοῦ μὲν Θεοφράστου καθʼ ὑπερβολὴν

V1_486
ὀξύτητος πᾶν τὸ νοηθὲν ἐξερμηνεύοντος, τοῦ δὲ νωθροῦ τὴν φύσιν ὑπάρχοντος, ὡς τῷ μὲν χαλινοῦ δέοι, τῷ δὲ κέντρου. λέγεται δʼ αὐτὸν καὶ ἴδιον κῆπον σχεῖν μετὰ τὴν Ἀριστοτέλους τελευτήν, Δημητρίου τοῦ Φαληρέως, ὃς ἦν καὶ γνώριμος αὐτῷ, τοῦτο συμπράξαντος. φέρεται δʼ αὐτοῦ ἀποφθέγματα ταυτὶ χρειώδη· θᾶττον ἔφη πιστεύειν δεῖν ἵππῳ ἀχαλίνῳ ἢ λόγῳ ἀσυντάκτῳ.

πρὸς δὲ τὸν ἐν τῷ συμποσίῳ σιωπῶντα τὸ ὅλον ἔφη, εἰ μὲν ἀμαθὴς εἶ, φρονίμως ποιεῖς, εἰ δὲ πεπαίδευσαι, ἀφρόνως. συνεχές τε ἔλεγε πολυτελὲς ἀνάλωμα εἶναι τὸν χρόνον.

Ἐτελεύτα δὴ γηραιός, βιοὺς ἔτη πέντε καὶ ὀγδοήκοντα, ἐπειδήπερ ὀλίγον ἀνῆκε τῶν πόνων. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν·

    οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη,
  1. ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον·
  2. δὴ γὰρ καὶ Θεόφραστος ἕως ἐπόνει μὲν ἄπηρος
  3. ἦν δέμας, εἶτʼ ἀνεθεὶς κάτθανε πηρομελής.

Φασὶ δʼ αὐτὸν ἐρωτηθέντα ὑπὸ τῶν μαθητῶν εἴ τι ἐπισκήπτει, εἰπεῖν, ἐπισκήπτειν μὲν ἔχειν οὐδέν, πλὴν ὅτι πολλὰ τῶν ἡδέων ὁ βίος διὰ τὴν δόξαν καταλαζονεύεται.

ἡμεῖς γὰρ ὁπότʼ ἀρχόμεθα ζῆν, τότʼ ἀποθνήσκομεν. οὐδὲν οὖν ἀλυσιτελέστερόν ἐστι φιλοδοξίας. ἀλλʼ εὐτυχεῖτε καὶ ἤτοι τὸν λόγον ἄφετε—πολὺς γὰρ ὁ πόνοσ—ἢ καλῶς αὐτοῦ πρόστητε· μεγάλη γὰρ ἡ δόξα. τὸ δὲ κενὸν τοῦ βίου πλέον τοῦ συμφέροντος. ἀλλʼ ἐμοὶ μὲν οὐκέτʼ ἐκποιεῖ βουλεύεσθαι τί πρακτέον, ὑμεῖς δʼ ἐπισκέψασθε τί ποιητέον. ταῦτα, φασίν,

V1_488
εἰπὼν ἀπέπνευσε· καὶ αὐτόν, ὡς ὁ λόγος, Ἀθηναῖοι πανδημεὶ παρέπεμψαν ποσί, τὸν ἄνδρα τιμήσαντες. Φαβωρῖνος δέ φησι γηράσαντα αὐτὸν ἐν φορείῳ περιφέρεσθαι· καὶ τοῦτο λέγειν Ἕρμιππον, παρατιθέμενον ἱστορεῖν Ἀρκεσίλαον τὸν Πιταναῖον ἐν οἷς ἔφασκε πρὸς Λακύδην τὸν Κυρηναῖον.

Καταλέλοιπε δὲ βιβλία καὶ αὐτὸς ὅτι μάλιστα πάμπλειστα, ἃ καὶ αὐτὰ ἄξιον ἡγησάμην ὑπογράψαι διὰ τὸ πάσης ἀρετῆς πεπληρῶσθαι. ἔστι δὲ τάδε·

  • Ἀναλυτικῶν προτέρων α′ β′ γ′.
  • Ἀναλυτικῶν ὑστέρων α′ β′ γ′ δ′ ε′ ς′ ζ′.
  • Περὶ ἀναλύσεως συλλογισμῶν α′.
  • Ἀναλυτικῶν ἐπιτομὴ α′.
  • Ἀνηγμένων τόπων α′ β′.
  • Ἀγωνιστικὸν τῆς περὶ τοὺς ἐρωτικοὺς λόγους θεωρίας
  • Περὶ αἰσθήσεων α′.
  • Πρὸς Ἀναξαγόραν α′.
  • Περὶ τῶν Ἀναξαγόρου α′.
  • Περὶ τῶν Ἀναξιμένους α′.
  • Περὶ τῶν Ἀρχελάου α′.
  • Περὶ ἁλῶν, νίτρου, στυπτηρίας α′.
  • Περὶ τῶν λιθουμένων α′ β′.
  • Περὶ τῶν ἀτόμων γραμμῶν α′.
  • Ἀκροάσεως α′ β′.
  • Περὶ ἀνέμων α′.
  • Ἀρετῶν διαφοραὶ α′.
  • Περὶ βασιλείας α′.
  • Περὶ παιδείας βασιλέως α′.
  • Περὶ βίων α′ β′ γ′.
  • Περὶ γήρως α′.
  • Περὶ τῆς Δημοκρίτου ἀστρολογίας α′.
  • V1_490
  • Τῆς μεταρσιολεσχίας α′.
  • Περὶ τῶν εἰδώλων α′.
  • Περὶ χυμῶν, χροῶν, σαρκῶν α′.
  • Περὶ τοῦ διακόσμου α′.
  • Περὶ τῶν ἀνθρώπων α′.
  • Τῶν Διογένους συναγωγὴ α′.
  • Διορισμῶν α′ β′ γ′.
  • Ἐρωτικὸς α′.
  • Άλλο περὶ ἔρωτος α′.
  • Περὶ εὐδαιμονίας α′.
  • Περὶ εἰδῶν α′ β′.
  • Περὶ ἐπιλήψεως α′.
  • Περὶ ἐνθουσιασμοῦ α′.
  • Περὶ Ἐμπεδοκλέους α′.
  • Ἐπιχειρημάτων α′ β′ γ′ δ′ ε′ ς′ ζ′ η′ θ′ ι′ ια′ ιβ′ ιγ′ ιδ′ ιε′ ις′ ιζ′ ιη′.
  • Ἐνστάσεων α′ β′ γ′.
  • Περὶ ἑκουσίου α′.
  • Ἐπιτομὴ τῆς Πλάτωνος Πολιτείας α′ β′.
  • Περὶ ἑτεροφωνίας ζῴων τῶν ὁμογενῶν α′.
  • Περὶ τῶν ἀθρόων φαινομένων α′.
  • Περὶ δακέτων καὶ βλητικῶν α′.
  • Περὶ τῶν ζῴων ὅσα λέγεται φθονεῖν α′.
  • Περὶ τῶν ἐν ξηρῷ διαμενόντων α′.
  • Περὶ τῶν τὰς χρόας μεταβαλλόντων α′.
  • Περὶ τῶν φωλευόντων α′.
  • Περὶ ζῴων α′ β′ γ′ δ′ ε′ ς′ ζ′.
  • Περὶ ἡδονῆς ὡς Ἀριστοτέλης α′.
  • Περὶ ἡδονῆς ἄλλο α′.
  • Θέσεις κδ′.
  • Περὶ θερμοῦ καὶ ψυχροῦ α′.
  • Περὶ ἰλίγγων καὶ σκοτωσεων α′.
  • Περὶ ἱδρώτων α′.
  • V1_492
  • Περὶ καταφάσεως καὶ ἀποφάσεως α′.
  • Καλλισθένης ἢ περὶ πένθους α′.
  • Περὶ κόπων α.
  • Περὶ κινήσεως α′ β′ γ′.
  • Περὶ λίθων α′.
  • Περὶ λοιμῶν α′.
  • Περὶ λιποψυχίας α′.
  • Μεγαρικὸς α′.
  • Περὶ μελαγχολίας α′.
  • Περὶ μετάλλων α′ β′.
  • Περὶ μέλιτος α′.
  • Περὶ τῶν Μητροδώρου συναγωγῆς α′.
  • Μεταρσιολογικῶν α′ β′.
  • Περὶ μέθης α′.
  • Νόμων κατὰ στοιχεῖον κδ′.
  • Νόμων ἐπιτομῆς α′ β′ γ′ δ′ ε′ ς′ ζ′ η′ θ′ ι′.
  • Πρὸς τοὺς ὁρισμοὺς α′.
  • Περὶ ὀδμῶν α′.
  • Περὶ οἴνου καὶ ἐλαίου.
  • Πρώτων προτάσεων α′ β′ γ′ δ′ ε′ ς′ ζ′ η′ θ′ ι′ ια′ ιβ′ ιγ′ ιδ′ ιε′ ις′ ιζ′ ιη′.
  • Νομοθετῶν α′ β′ γ′.
  • Πολιτικῶν α′ β′ γ′ δ′ ε′ ς′.
  • Πολιτικὸν πρὸς τοὺς καιροὺς α′ β′ γ′ δ′.
  • Πολιτικῶν ἐθῶν α′ β′ γ′ δ′.
  • Περὶ τῆς ἀρίστης πολιτείας α′.
  • Προβλημάτων συναγωγῆς α′ β′ γ′ δ′ ε′.
  • Περὶ παροιμιῶν α′.
  • Περὶ πήξεων καὶ τήξεων α′.
  • Περὶ πυρὸς α′ β′.
  • Περὶ πνευμάτων α′.
  • Περὶ παραλύσεως α′.
  • V1_494
  • Περὶ πνιγμοῦ α′
  • Περὶ παραφροσυνης α′.
  • Περὶ παθῶν α′.
  • Περὶ σημείων α′.
  • Σοφισμάτων α′ β′.
  • Περὶ συλλογισμῶν λύσεως α′.
  • Τοπικῶν α′ β′.
  • Περὶ τιμωρίας α′ β′.
  • Περὶ τριχῶν α′.
  • Περὶ τυραννίδος α′.
  • Περὶ ὕδατος α′ β′ γ′.
  • Περὶ ὕπνου καὶ ἐνυπνίων α′.
  • Περὶ φιλίας α′ β′ γ′.
  • Περὶ φιλοτιμίας α′ β′.
  • Περὶ φύσεως α′ β′ γ′.
  • Περὶ φυσικῶν α′ β′ γ′ δ′ ε′ ς′ ζ′ η′ θ′ ι′ ια′ ιβ′ ιγ′ ιδ′ ιε′ ις′ ιζ′ ιη′.
  • Περὶ φυσικῶν ἐπιτομῆς α′ β′.
  • Φυσικῶν α′ β′ γ′ δ′ ε′ ς′ ζ′ η′.
  • Πρὸς τοὺς φυσικοὺς α′.
  • Περὶ φυτικῶν ἱστοριῶν α′ β′ γ′ δ′ ε′ ς′ ζ′ η′ θ′ ι′.
  • Φυτικῶν αἰτιῶν α′ β′ γ′ δ′ ε′ ς′ ζ′ η′
  • Περὶ χυλῶν α′ β′ γ′ δ′ ε′.
  • Περὶ ψεύδους ἡδονῆς α′.
  • Περὶ ψυχῆς θέσις μία.
  • Περὶ τῶν ἀτέχνων πίστεων α′.
  • Περὶ τῶν ἁπλῶν διαπορημάτων α′.
  • Ἁρμονικῶν α′.
  • Περὶ ἀρετῆς α′.
  • Ἀφορμαὶ ἢ ἐναντιώσεις α′.
  • Περὶ ἀποφάσεως α′.
  • Περι γνώμης α′.
  • Περὶ γελοίου α′.
  • Δειλινῶν α′ β′.
  • V1_496
  • Διαιρέσεις α′ β′.
  • Περὶ τῶν διαφορῶν α′.
  • Περὶ τῶν ἀδικημάτων α′.
  • Περὶ διαβολῆς α′.
  • Περὶ ἐπαίνου α′.
  • Περὶ ἐμπειρίας α′.
  • Ἐπιστολῶν α′ β′ γ′.
  • Περὶ τῶν αὐτομάτων ζῴων α′.
  • Περὶ ἐκκρίσεως α′.
  • Ἐγκώμια θεῶν α′.
  • Περὶ ἑορτῶν α′.
  • Περὶ εὐτυχίας α′.
  • Περὶ ἐνθυμημάτων α′.
  • Περὶ εὑρημάτων α′ β′.
  • Ἠθικῶν σχολῶν α′.
  • Ἠθικοὶ χαρακτῆρες α′.
  • Περὶ θορύβου α′.
  • Περὶ ἱστορίας α′.
  • Περὶ κρίσεως συλλογισμῶν α′.
  • Περὶ κολακείας α′.
  • Περὶ θαλάττης α′.
  • Πρὸς Κάσανδρον περὶ βασιλείας α′.
  • Περὶ κωμῳδίας α′.
  • [Περὶ μέτρων α′].
  • Περὶ λέξεως α′.
  • Λόγων συναγωγὴ α′.
  • Λύσεις α′.
  • Περὶ μουσικῆς α′ β′ γ′.
  • Περὶ μέτρων α′.
  • Μεγακλῆς α′.
  • Περὶ νόμων α′.
  • Περὶ παρανόμων α′.
  • Τῶν Ξενοκράτους συναγωγῆς α′.
  • V1_498
  • Ὁμιλητικὸς α′.
  • Περὶ ὅρκου α′.
  • Παραγγέλματα ῥητορικῆς α′.
  • Περὶ πλούτου α′.
  • Περὶ ποιητικῆς α′.
  • Προβλήματα πολιτικά, ἠθικά, φυσικά, ἐρωτικὰ α′.
  • Προοιμίων α′.
  • Προβλημάτων συναγωγῆς α′.
  • Περὶ τῶν προβλημάτων φυσικῶν α′.
  • Περὶ παραδείγματος α′.
  • Περὶ προθέσεως καὶ διηγήματος α′.
  • Περὶ ποιητικῆς ἄλλο α′.
  • Περὶ τῶν σοφῶν α′.
  • Περὶ συμβουλῆς α′.
  • Περὶ σολοικισμῶν α′.
  • Περὶ τέχνης ῥητορικῆς α′.
  • Περὶ τεχνῶν ῥητορικῶν εἴδη ιζ′.
  • Περὶ ὑποκρίσεως α′.
  • Ὑπομνημάτων Ἀριστοτελικῶν ἢ Θεοφραστείων α′ β′ γ′ δ′ ε′ ς′.
  • Φυσικῶν δοξῶν α′ β′ γ′ δ′ ε′ ς′ ζ′ η′ θ′ ι′ ια′ ιβ′ ιγ′ ιδ′ ιε′ ις′.
  • Φυσικῶν [δοξῶν] ἐπιτομῆς α′.
  • Περὶ χάριτος α′.
  • [Χαρακτῆρες ἠθικοί.]
  • Περὶ ψεύδους καὶ ἀληθοῦς α′.
  • Τῶν περὶ τὸ θεῖον ἱστορίας α′ β′ γ′ δ′ ε′ ς′.
  • Περὶ θεῶν α′ β′ γ′.
  • Ἱστορικῶν γεωμετρικῶν α′ β′ γ′ δ′.
  • Επιτομῶν Ἀριστοτέλους περὶ ζῴων α′ β′ γ′ δ′ ε′ ς′.
  • Ἐπιχειρημάτων α′ β′.
  • Θέσεις γ′.
  • Περὶ βασιλείας α′ β′.
  • Περὶ αἰτιῶν α′.
  • V1_500
  • Περὶ Δημοκρίτου α′.
  • [Περὶ διαβολῆς α′.]
  • Περὶ γενέσεως α′.
  • Περὶ ζῴων φρονήσεως καὶ ἤθους α′.
  • Περὶ κινήσεως α′ β′.
  • Περὶ ὄψεως α′ β′ γ′ δ′.
  • Πρὸς ὅρους α′ β′.
  • Περὶ τοῦ δεδόσθαι α′.
  • Περὶ μείζονος καὶ ἐλάττονος α′.
  • Περὶ τῶν μουσικῶν α′.
  • Περὶ τῆς θείας εὐδαιμονίας α′.
  • Πρὸς τοὺς ἐξ Ἀκαδημείας α′.
  • Προτρεπτικὸς α′.
  • Πῶς ἂν ἄριστα πόλεις οἰκοῖντο α′.
  • Τὰ ὑπομνήματα α′.
  • Περὶ ῥύακος τοῦ ἐν Σικελίᾳ α′.
  • Περὶ τῶν ὁμολογουμένων α′.
  • [Περὶ τῶν προβλημάτων φυσικῶν α′.
  • Τίνες οἱ τρόποι τοῦ ἐπίστασθαι α′.
  • Περὶ τοῦ ψευδομένου α′ β′ γ′.
  • Τὰ πρὸ τῶν τόπων α′.
  • Πρὸς Αἰσχύλον α′.
  • Ἀστρολογικῆς ἱστορίας α′ β′ γ′ δ′ ε′ ς′.
  • Ἀριθμητικῶν ἱστοριῶν περὶ αὐξήσεως α′.
  • Ἀκίχαρος α′.
  • Περὶ δικανικῶν λόγων α′.
  • [Περὶ διαβολῆς α′.]
  • Ἐπιστολαὶ αἱ ἐπὶ τῷ Ἀστυκρέοντι, Φανίᾳ, Νικάνορι.
  • Περὶ εὐσεβείας α′.
  • Εὐϊάδος α′.
  • Περὶ καιρῶν α′ β′.
  • Περὶ οἰκείων λόγων α′.
  • V1_502
  • Περὶ παίδων ἀγωγῆς α′.
  • Ἄλλο διάφορον α′.
  • Περὶ παιδείας ἢ περὶ ἀρετῶν ἢ περὶ σωφροσύνης α′.
  • [Προτρεπτικὸς α′.]
  • Περὶ ἀριθμῶν α′.
  • Ὁριστικὰ περὶ λέξεως συλλογισμῶν α′.
  • Περὶ οὐρανοῦ α′.
  • Πολιτικοῦ α′ β′.
  • Περὶ φύσεως.
  • Περὶ καρπῶν.
  • Περὶ ζῴων.
  • Ἃ γίνονται στίχων Μ′ κ′ γ′ Β ω′ η′· τοσαῦτα μὲν οὖν καὶ τῷδε τὰ βιβλία.