Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

πρὸς τὸν αἰτιασάμενον ὡς εἴη μὴ ἀγαθῷ ἔρανον δεδωκώς—

V1_464
φέρεται γὰρ καὶ οὕτως—οὐ τῷ ἀνθρώπῳ, φησίν, ἔδωκα, ἀλλὰ τῷ ἀνθρωπίνῳ. ἐρωτηθεὶς πῶς ἂν τοῖς φίλοις προσφεροίμεθα, ἔφη, ὡς ἂν εὐξαίμεθα αὐτοὺς ἡμῖν προσφέρεσθαι. τὴν δικαιοσύνην ἔφη ἀρετὴν ψυχῆς διανεμητικὴν τοῦ κατʼ ἀξίαν. κάλλιστον ἐφόδιον τῷ γήρᾳ τὴν παιδείαν ἔλεγε. φησὶ δὲ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων ὡς ἑκάστοτε λέγοι, ᾧ φίλοι, οὐδεὶς φίλοσ· ἀλλὰ καὶ ἐν τῷ ἑβδόμῳ τῶν Ἠθικῶν ἐστι. καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται.

Συνέγραψε δὲ πάμπλειστα βιβλία, ἅπερ ἀκόλουθον ἡγησάμην ὑπογράψαι διὰ τὴν περὶ πάντας λόγους τἀνδρὸς ἀρετήν·

  • Περὶ δικαιοσύνης α′ β′ γ′ δ′.
  • Περὶ ποιητῶν α′ β′ γ′.
  • Περὶ φιλοσοφίας α′ β′ γ′.
  • Περὶ πολιτικοῦ α′ β′.
  • Περὶ ῥητορικῆς ἢ Γρῦλος α′.
  • Νήρινθος α′.
  • Σοφιστὴς α′.
  • Μενέξενος α′.
  • Ἐρωτικὸς α′.
  • Συμπόσιον α′.
  • Περὶ πλούτου α′.
  • Προτρεπτικὸς α′.
  • Περὶ ψυχῆς α′.
  • Περὶ εὐχῆς α′.
  • Περὶ εὐγενείας α′.
  • V1_466
  • Περὶ ἡδονῆς α′.
  • Ἀλέξανδρος ἢ ὑπὲρ ἀποίκων α′.
  • Περὶ βασιλείας α′.
  • Περὶ παιδείας α′.
  • Περὶ τἀγαθοῦ α′ β′ γ′.
  • Τὰ ἐκ τῶν νόμων Πλάτωνος α′ β′ γ′.
  • Τὰ ἐκ τῆς πολιτείας α′ β′.
  • Περὶ οἰκονομίας α′.
  • Περὶ φιλίας α′.
  • Περὶ τοῦ πάσχειν ἢ πεπονθέναι α′.
  • Περὶ ἐπιστημῶν α′.
  • Περὶ ἐριστικῶν α′ β′.
  • Λύσεις ἐριστικαὶ δ′.
  • Διαιρέσεις σοφιστικαὶ δ′.
  • Περὶ ἐναντίων α′.
  • Περὶ εἰδῶν καὶ γενῶν α′.
  • Περὶ ἰδίων α′.
  • Ύπομνήματα ἐπιχειρηματικὰ γ′.
  • Προτάσεις περὶ ἀρετῆς α′ β′.
  • Ἐνστάσεις α′.
  • Περὶ τῶν ποσαχῶς λεγομένων ἢ κατὰ πρόσθεσιν α′.
  • Περὶ παθῶν 〈ἢ περὶ〉 ὀργῆς α′.
  • Ἠθικῶν α′ β′ γ′ δ′ ε′.
  • Περὶ στοιχείων α′ β′ γ′.
  • Περὶ ἐπιστήμης α′.
  • Περὶ ἀρχῆς α′.
  • Διαιρέσεις ιζʼ.
  • Διαιρετικὸν[*](διαιρετικὸν Rose: -ῶν codd.) α′.
  • 〈Περὶ〉 ἐρωτήσεως καὶ ἀποκρίσεως α′ β′.
  • Περὶ κινήσεως α′.
  • Προτάσεις α′.
  • Προτάσεις ἐριστικαὶ α′.
  • V1_468
  • Συλλογισμοὶ α′.
  • Προτέρων ἀναλυτικῶν α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′.
  • Ἀναλυτικῶν ὑστέρων μεγάλων α′ β′
  • Περὶ προβλημάτων α′.
  • Μεθοδικὰ α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′.
  • Περὶ τοῦ βελτίονος α′.
  • Περὶ τῆς ἰδέας α′.
  • Ὅροι πρὸ τῶν τοπικῶν α′ β′ γ′ δ′ ε′ σ′ ζ′.
  • Συλλογισμῶν α′ β′.
  • Συλλογιστικὸν καὶ ὅροι α′.
  • Περὶ τοῦ αἱρετοῦ καὶ τοῦ συμβεβηκότος α′.
  • Τὰ πρὸ τῶν τόπων α′.
  • Τοπικῶν πρὸς τοὺς ὅρους α′ β′.
  • Πάθη α′.
  • Διαιρετικὸν α′.
  • Μαθηματικὸν α′.
  • Ὁρισμοὶ ιγʼ.
  • Ἐπιχειρημάτων α′ β′.
  • Περὶ ἡδονῆς α′.
  • Προτάσεις α′.
  • Περὶ ἑκουσίου α′.
  • Περὶ καλοῦ α′.
  • Θέσεις ἐπιχειρηματικαὶ κεʼ.
  • Θέσεις ἐρωτικαὶ δ′.
  • Θέσεις φιλικαὶ β′.
  • Θέσεις περὶ ψυχῆς α′.
  • Πολιτικὰ[*](〈Θέσεισ〉 πολιτικα〈ὶ〉 Rose: Πολιτικὰ codd.) β′.
  • Πολιτικῆς ἀκροάσεως ὡς ἡ Θεοφράστου α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′.
  • Περὶ δικαίων α′ β′.
  • Τεχνῶν συναγωγὴ α′ β′.
  • Τέχνης ῥητορικῆς α′ β′.
  • Τέχνη α′.
  • V1_470
  • Αλλης τεχνῶν συναγωγῆς α′ β′.
  • Μεθοδικὸν α′.
  • Τέχνης τῆς Θεοδέκτου συναγωγὴ α′.
  • Πραγματεία τέχνης ποιητικῆς α′ β′.
  • Ἐνθυμήματα ῥητορικὰ α′.
  • Περὶ μεγέθους α′.
  • Ἐνθυμημάτων διαιρέσεις α′.
  • Περὶ λέξεως α′ β′.
  • Περὶ συμβουλίας α′.
  • Συναγωγῆς α′ β′.
  • Περὶ φύσεως α′ β′ γ′.
  • Φυσικὸν α′.
  • Περὶ τῆς Ἀρχυτείου φιλοσοφίας α′ β′ γ′.
  • Περὶ τῆς Σπευσίππου καὶ Ξενοκράτους α′.
  • Τὰ ἐκ τοῦ Τιμαίου καὶ τῶν Ἀρχυτείων α′.
  • Πρὸς τὰ Μελίσσου α′.
  • Πρὸς τὰ Ἀλκμαίωνος α′.
  • Πρὸς τοὺς Πυθαγορείους α′.
  • Πρὸς τὰ Γοργίου α′.
  • Πρὸς τὰ Ξενοφάνους α′.
  • Πρὸς τὰ Ζήνωνος α′.
  • Περὶ τῶν Πυθαγορείων α′.
  • Περὶ ζῴων α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′ θ′.
  • Ἀνατομῶν α′ β′ γ′ δ′ ε′ σ′ ζ′ η′.
  • Ἐκλογὴ ἀνατομῶν α′.
  • Ὑπὲρ τῶν συνθέτων ζῴων α′.
  • Ὑπὲρ τῶν μυθολογουμένων ζῴων α′.
  • Ὑπὲρ τοῦ μὴ γεννᾶν α′.
  • Περὶ φυτῶν α′ β′.
  • Φυσιογνωμονικὸν α′.
  • V1_472
  • Ἰατρικὰ β′.
  • Περὶ μονάδος α′.
  • Σημεῖα χειμώνων α′.
  • Ἀστρονομικὸν α′.
  • Ὀπτικὸν α′.
  • Περὶ κινήσεως α′.
  • Περὶ μουσικῆς α′.
  • Μνημονικὸν α′.
  • Ἀπορημάτων Ὁμηρικῶν α′ β′ γ′ δ′ ε′ σ′.
  • Ποιητικὰ α′.
  • Φυσικῶν κατὰ στοιχεῖον ληʼ.
  • Ἐπιτεθεαμένων προβλημάτων α′ β′.
  • Ἐγκυκλίων α′ β′.
  • Μηχανικὸν α′.
  • Προβλήματα ἐκ τῶν Δημοκρίτου β′.
  • Περὶ τῆς λίθου α′.
  • Παραβολαὶ α′.
  • Ἄτακτα ιβʼ.
  • Ἐξηγημένα κατὰ γένος ιδʼ.
  • Δικαιώματα α′.
  • Ὀλυμπιονῖκαι α′.
  • Πυθιονῖκαι 〈αʼ.
  • Περὶ〉 μουσικῆς α′.
  • Πυθικὸς α′.
  • Πυθιονικῶν ἔλεγχος α′.
  • Νῖκαι Διονυσιακαὶ α′.
  • Περὶ τραγῳδιῶν α′.
  • Διδασκαλίαι α′.
  • Παροιμίαι α′.
  • Νόμοι συσσιτικοὶ[*](νομὸς συστατικὸς codd. corr. Rose.) α′.
  • Νόμων α′ β′ γ′ δ′.
  • Κατηγοριῶν α′.
  • V1_474
  • Περὶ ἑρμηνείας α′.
  • Πολιτεῖαι πόλεων δυοῖν δεούσαιν ρξʼ 〈κοιναὶ〉 καὶ ἴδιαι, δημοκρατικαί, ὀλιγαρχικαί, ἀριστοκρατικαὶ καὶ τυραννικαί.
  • Ἐπιστολαὶ πρὸς Φίλιππον.
  • Σηλυμβρίων ἐπιστολαί.
  • Πρὸς Ἀλέξανδρον ἐπιστολαὶ δ′.
  • Πρὸς Ἀντίπατρον θ′.
  • Πρὸς Μέντορα α′.
  • Πρὸς Ἀρίστωνα α′.
  • Πρὸς Ὀλυμπιάδα α′.
  • Πρὸς Ἡφαιστίωνα α′.
  • Πρὸς Θεμισταγόραν α′.
  • Πρὸς Φιλόξενον α′.
  • Πρὸς Δημόκριτον α′.
  • Ἔπη ὧν ἀρχή, Ἁγνὲ θεῶν πρέσβισθʼ ἑκατηβόλε.
  • Ἐλεγεῖα ὧν ἀρχή, Καλλιτέκνου μητρὸς θύγατερ.
  • Γίνονται αἱ πᾶσαι μυριάδες στίχων τέτταρες καὶ τετταράκοντα πρὸς τοῖς πεντακισχιλίοις καὶ διακοσίοις ἑβδομήκοντα.

    Καὶ τοσαῦτα μὲν αὐτῷ πεπραγμάτευται βιβλία. βούλεται δὲ ἐν αὐτοῖς τάδε· διττὸν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον, τὸν μὲν πρακτικόν, τὸν δὲ θεωρητικόν· καὶ τοῦ πρακτικοῦ τόν τε ἠθικὸν καὶ πολιτικόν, οὗ τά τε περὶ πόλιν καὶ τὰ περὶ οἶκον ὑπογεγράφθαι· τοῦ δὲ θεωρητικοῦ τόν τε φυσικὸν καὶ λογικόν, οὗ τὸ λογικὸν οὐχ ὁλομερῶς, ἀλλʼ ὡς ὄργανον προσηκριβωμένον. καὶ τούτου διττοὺς ὑποθέμενος σκοποὺς τό τε πιθανὸν καὶ τὸ ἀληθὲς διεσάφησε. δύο δὲ πρὸς ἑκάτερον δυνάμεσιν ἐχρήσατο, διαλεκτικῇ μὲν καὶ ῥητορικῇ πρὸς τὸ πιθανόν,

    V1_476
    ἀναλυτικῇ δὲ καὶ φιλοσοφίᾳ πρὸς τὸ ἀληθές· οὐδὲν ὑπολειπόμενος οὔτε τῶν πρὸς εὕρεσιν, οὔτε τῶν πρὸς κρίσιν, οὔτε μὴν τῶν πρὸς χρῆσιν.

    πρὸς μὲν οὖν τὴν εὕρεσιν τά τε Τοπικὰ καὶ Μεθοδικὰ παρέδωκε προτάσεων πλῆθος, ἐξ ὧν πρὸς τὰ προβλήματα πιθανῶν ἐπιχειρημάτων οἷόν τε εὐπορεῖν· πρὸς δὲ τὴν κρίσιν τὰ Ἀναλυτικὰ πρότερα καὶ ὕστερα. διὰ μὲν οὖν τῶν προτέρων τὰ λήμματα κρίνεται, διὰ δὲ τῶν ὑστέρων ἡ συναγωγὴ ἐξετάζεται. πρὸς δὲ τὴν χρῆσιν τά τε ἀγωνιστικὰ καὶ τὰ περὶ ἐρωτήσεως [ἐριστικά τε] καὶ σοφιστικῶν ἐλέγχων τε καὶ συλλογισμῶν καὶ τῶν ὁμοίων τούτοις. κριτήριον δὲ τῆς ἀληθείας τῶν μὲν κατὰ φαντασίαν ἐνεργημάτων τὴν αἴσθησιν ἀπεφήνατο· τῶν δὲ ἠθικῶν, τῶν περὶ πόλιν καὶ περὶ οἶκον καὶ περὶ νόμους τὸν νοῦν.

    Τέλος δὲ ἓν ἐξέθετο χρῆσιν ἀρετῆς ἐν βίῳ τελείῳ. ἔφη δὲ καὶ τὴν εὐδαιμονίαν συμπλήρωμα ἐκ τριῶν ἀγαθῶν εἶναι· τῶν περὶ ψυχήν, ἃ δὴ καὶ πρῶτα τῇ δυνάμει καλεῖ· ἐκ δευτέρων δὲ τῶν περὶ σῶμα, ὑγιείας καὶ ἰσχύος καὶ κάλλους καὶ τῶν παραπλησίων· ἐκ τρίτων δὲ τῶν ἐκτός, πλούτου καὶ εὐγενείας καὶ δόξης καὶ τῶν ὁμοίων. τήν τε ἀρετὴν μὴ εἶναι αὐτάρκη πρὸς εὐδαιμονίαν· προσδεῖσθαι γὰρ τῶν τε περὶ σῶμα καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὡς κακοδαιμονήσοντος τοῦ σοφοῦ, κἂν ἐν πόνοις ᾖ κἂν ἐν πενίᾳ καὶ τοῖς ὁμοίοις. τὴν μέντοι κακίαν αὐτάρκη πρὸς κακοδαιμονίαν, κἂν ὅτι μάλιστα παρῇ αὐτῇ τὰ ἐκτὸς ἀγαθὰ καὶ τὰ περὶ σῶμα.

    τάς τʼ ἀρετὰς ἔφη μὴ ἀντακολουθεῖν· ἐνδέχεσθαι γὰρ φρόνιμόν τινα καὶ ὁμοίως δίκαιον

    V1_478
    ὄντα ἀκόλαστον καὶ ἀκρατῆ εἶναι. ἔφη δὲ τὸν σοφὸν ἀπαθῆ μὲν μὴ εἶναι, μετριοπαθῆ δέ.

    Τήν τε φιλίαν ὡρίζετο ἰσότητα εὐνοίας ἀντιστρόφου· ταύτης δὲ τὴν μὲν εἶναι συγγενικήν, τὴν δὲ ἐρωτικήν, τὴν δὲ ξενικήν. εἶναι δὲ καὶ τὸν ἔρωτα μὴ μόνον συνουσίας, ἀλλὰ καὶ φιλοσοφίας. καὶ ἐρασθήσεσθαι δὲ τὸν σοφὸν καὶ πολιτεύσεσθαι, γαμήσειν τε μὴν καὶ βασιλεῖ συμβιώσεσθαι. βίων τε τριῶν ὄντων, θεωρητικοῦ, πρακτικοῦ, ἡδονικοῦ, τὸν θεωρητικὸν προέκρινεν. εὔχρηστα δὲ καὶ τὰ ἐγκύκλια μαθήματα πρὸς ἀρετῆς ἀνάληψιν.

    Ἔν τε τοῖς φυσικοῖς αἰτιολογικώτατος πάντων ἐγένετο μάλιστα, ὥστε καὶ περὶ τῶν ἐλαχίστων τὰς αἰτίας ἀποδιδόναι· διόπερ καὶ οὐκ ὀλίγα βιβλία συνέγραψε φυσικῶν ὑπομνημάτων. τὸν δὲ θεὸν ἀσώματον ἀπέφαινε, καθὰ καὶ ὁ Πλάτων. διατείνειν δὲ αὐτοῦ τὴν πρόνοιαν μέχρι τῶν οὐρανίων καὶ εἶναι ἀκίνητον αὐτόν· τὰ δʼ ἐπίγεια κατὰ τὴν πρὸς ταῦτα συμπάθειαν οἰκονομεῖσθαι. εἶναι δὲ παρὰ τὰ τέτταρα στοιχεῖα καὶ ἄλλο πέμπτον, ἐξ οὗ τὰ αἰθέρια συνεστάναι. ἀλλοίαν δʼ αὐτοῦ τὴν κίνησιν εἶναι· κυκλοφορητικὴν γάρ. καὶ τὴν ψυχὴν δὲ ἀσώματον, ἐντελέχειαν οὖσαν τὴν πρώτην σώματος [γὰρ] φυσικοῦ καὶ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος.

    λέγει δʼ ἐντελέχειαν, ἧς ἐστιν εἶδός τι ἀσώματον· διττὴ δʼ ἐστὶν αὕτη κατʼ αὐτόν. [*](διττὴ . . . αὐτὸν ante λέγει δʼ vulg.)

    V1_480
    ἡ μὲν κατὰ δύναμιν, ὡς ἐν τῷ κηρῷ ὁ Ἑρμῆς ἐπιτηδειότητα ἔχοντι ἐπιδέξασθαι τοὺς χαρακτῆρας, καὶ ὁ ἐν τῷ χαλκῷ ἀνδριάς· καθʼ ἕξιν δὲ λέγεται ἐντελέχεια ἡ τοῦ συντετελεσμένου Ἑρμοῦ ἢ ἀνδριάντος. σώματος δὲ φυσικοῦ, ἐπεὶ τῶν σωμάτων τὰ μέν ἐστι χειρόκμητα, ὡς τὰ ὑπὸ τεχνιτῶν γινόμενα, οἷον πύργος, πλοῖον· τὰ δὲ ὑπὸ φύσεως, ὡς φυτὰ καὶ τὰ τῶν ζῴων. ὀργανικοῦ δὲ εἶπε, τουτέστι πρός τι κατεσκευασμένου, ὡς ἡ ὅρασις πρὸς τὸ ὁρᾶν καὶ ἡ ἀκοὴ πρὸς τὸ ἀκούειν· δυνάμει δὲ ζωὴν ἔχοντος, οἷον ἐν ἑαυτῷ.

    Τὸ δυνάμει δὲ διττόν, ἢ καθʼ ἕξιν ἢ κατʼ ἐνέργειαν· κατʼ ἐνέργειαν μέν, ὡς ὁ ἐγρηγορὼς λέγεται ψυχὴν ἔχειν· καθʼ ἕξιν δʼ, ὡς ὁ καθεύδων. ἵνʼ οὖν καὶ οὗτος ὑποπίπτῃ, τὸ δυνάμει προσέθηκε.

    Πολλὰ δὲ καὶ ἄλλα περὶ πολλῶν ἀπεφήνατο, ἅπερ μακρὸν ἂν εἴη καταριθμεῖσθαι. τοῖς γὰρ ὅλοις φιλοπονώτατος ἐγένετο καὶ εὑρετικώτατος, ὡς δῆλον ἐκ τῶν προγεγραμμένων συγγραμμάτων, ἃ τὸν ἀριθμὸν ἐγγὺς ἥκει τῶν τετρακοσίων, τὰ ὅσα γε ἀναμφίλεκτα· πολλὰ γὰρ καὶ ἄλλα εἰς αὐτὸν ἀναφέρεται συγγράμματʼ αὐτοῦ καὶ ἀποφθέγματα, ἀγράφου φωνῆς εὐστοχήματα.

    Γεγόνασι δὲ Ἀριστοτέλεις ὀκτώ· πρώτος αὐτὸς οὗτος· δεύτερος ὁ πολιτευσάμενος Ἀθήνησιν· οὗ καὶ δικανικοὶ φέρονται λόγοι χαρίεντες· τρίτος περὶ Ἰλιάδος πεπραγματευμένος· τέταρτος Σικελιώτης ῥήτωρ, πρὸς τὸν Ἰσοκράτους Πανηγυρικὸν ἀντιγεγραφώς· πέμπτος ὁ ἐπικληθεὶς Μῦθος, Αἰσχίνου τοῦ Σωκρατικοῦ γνώριμος· ἕκτος

    V1_482
    Κυρηναῖος, γεγραφὼς περὶ ποιητικῆς· ἕβδομος παιδοτρίβης, οὖ μέμνηται Ἀριστόξενος ἐν τῷ Πλάτωνος βίῳ· ὄγδοος, γραμματικὸς ἄσημος, οὗ φέρεται τέχνη περὶ πλεονασμοῦ.

    Τοῦ δὴ Σταγειρίτου γεγόνασι μὲν πολλοὶ γνώριμοι, διαφέρων δὲ μάλιστα Θεόφραστος, περὶ οὗ λεκτέον.