Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινισσομένοισιν.
  2. ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ὠκεανοῖο,
  3. εὐρύς τε προβαθής τε καὶ ὁλκάδι νηὶ περῆσαι·
  4. Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο·
  5. ὅς δή τοι τείως μὲν ἀπείρονα τέμνετʼ ἄρουραν
  6. εἷς οἶος· πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαο
  7. Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν.
  8. ἀλλʼ ὁπόταν Θρῃκῶν Σκυθέων τʼ ἐπιβήσεται οὔρους,
  9. ἔνθα διχῆ τὸ μὲν ἔνθα μετʼ ἠῴην ἅλα βάλλει
  10. τῇδʼ ὕδωρ, τὸ δʼ ὄπισθε βαθὺν διὰ κόλπον ἵησιν
  11. σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα,
  12. γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δὴ
  13. ὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν.’
  14. ὧς ἄρʼ ἔφη· τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεν
  15. αἴσιον, ᾧ καὶ πάντες ἐπευφήμησαν ἰδόντες
  16. στέλλεσθαι τήνδʼ οἶμον. ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη
  17. οὐρανίης ἀκτῖνος, ὅπῃ καὶ ἀμεύσιμον ἦεν.
  18. γηθόσυνοι δὲ Λύκοιο κατʼ αὐτόθι παῖδα λιπόντες
  19. λαίφεσι πεπταμένοισιν ὑπεὶρ ἅλα ναυτίλλοντο,
  20. οὔρεα Παφλαγόνων θηεύμενοι. οὐδὲ Κάραμβιν