Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. γνάμψαν, ἐπεὶ πνοιαί τε καὶ οὐρανίου πυρὸς αἴγλη
  2. μεῖνεν, ἕως Ἴστροιο μέγαν ῥόον εἰσαφίκοντο.
  3. Κόλχοι δʼ αὖτʼ ἄλλοι μέν, ἐτώσια μαστεύοντες,
  4. Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν·
  5. ἄλλοι δʼ αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν
  6. Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς.
  7. τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης
  8. κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο.
  9. Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη,
  10. τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα,
  11. στεινὸν δʼ αὖτʼ ἀγκῶνα ποτὶ ῥόον· ἀμφὶ δὲ δοιαὶ
  12. σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος·
  13. τὴν δʼ ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρὸ
  14. Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν·
  15. οἱ δʼ ὑψοῦ νήσοιο κατʼ ἀκροτάτης ἐνέοντο
  16. τηλόθεν. εἱαμενῇσι δʼ ἐν ἄσπετα πώεα λεῖπον
  17. ποιμένες ἄγραυλοι νηῶν φόβῳ, οἷά τε θῆρας
  18. ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας.
  19. οὐ γάρ πω ἁλίας γε πάρος ποθὶ νῆας ἴδοντο,
  20. οὔτʼ οὖν Θρήιξιν μιγάδες Σκύθαι, οὐδὲ Σίγυννοι,