Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὑμέας, ὦ πέρι δὴ μέγα φέρτατοι υἷες ἀνάκτων,
  2. ᾗ βίῃ ᾗ τʼ ἀρετῇ Λιβύης ἀνὰ θῖνας ἐρήμους
  3. νῆα μεταχρονίην ὅσα τʼ ἔνδοθι νηὸς ἄγεσθε,
  4. ἀνθεμένους ὤμοισι φέρειν δυοκαίδεκα πάντα
  5. ἤμαθʼ ὁμοῦ νύκτας τε. δύην γε μὲν ἢ καὶ ὀιζὺν
  6. τίς κʼ ἐνέποι, τὴν κεῖνοι ἀνέπλησαν μογέοντες;
  7. ἔμπεδον ἀθανάτων ἔσαν αἵματος, οἷον ὑπέσταν
  8. ἔργον, ἀναγκαίῃ βεβιημένοι. αὐτὰρ ἐπιπρὸ
  9. τῆλε μάλʼ ἀσπασίως Τριτωνίδος ὕδασι λίμνης
  10. ὡς φέρον, ὡς εἰσβάντες ἀπὸ στιβαρῶν θέσαν ὤμων.
  11. Λυσσαλέοις δἤπειτʼ ἴκελοι κυσὶν ἀίσσοντες
  12. πίδακα μαστεύεσκον· ἐπὶ ξηρὴ γὰρ ἔκειτο
  13. δίψα δυηπαθίῃ τε καὶ ἄλγεσιν, οὐδʼ ἐμάτησαν
  14. πλαζόμενοι· ἷξον δʼ ἱερὸν πέδον, ᾧ ἔνι Λάδων
  15. εἰσέτι που χθιζὸν παγχρύσεα ῥύετο μῆλα
  16. χώρῳ ἐν Ἄτλαντος, χθόνιος ὄφις· ἀμφὶ δὲ νύμφαι
  17. Ἑσπερίδες ποίπνυον, ἐφίμερον ἀείδουσαι.
  18. δὴ τότε δʼ ἤδη τῆμος ὑφʼ Ἡρακλῆι δαϊχθεὶς
  19. μήλειον βέβλητο ποτὶ στύπος· οἰόθι δʼ ἄκρῃ
  20. οὐρῇ ἔτι σκαίρεσκεν· ἀπὸ κρατὸς δὲ κελαινὴν