Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἄχρις ἐπʼ ἄκνηστιν κεῖτʼ ἄπνοος· ἐκ δὲ λιπόντων
  2. ὕδρης Λερναίης χόλον αἵματι πικρὸν ὀιστῶν
  3. μυῖαι πυθομένοισιν ἐφʼ ἕλκεσι τερσαίνοντο.
  4. ἀγχοῦ δʼ Ἑσπερίδες κεφαλαῖς ἔπι χεῖρας ἔχουσαι
  5. ἀργυφέας ξανθῇσι λίγʼ ἔστενον· οἱ δʼ ἐπέλασσαν
  6. ἄφνω ὁμοῦ· ταὶ δʼ αἶψα κόνις καὶ γαῖα, κιόντων
  7. ἐσσυμένως, ἐγένοντο καταυτόθι. νώσατο δʼ Ὀρφεὺς
  8. θεῖα τέρα, τὰς δέ σφι παρηγορέεσκε λιτῇσιν·
  9. ‘δαίμονες ὦ καλαὶ καὶ ἐύφρονες, ἵλατʼ, ἄνασσαι,
  10. εἴτʼ οὖν οὐρανίαις ἐναρίθμιοί ἐστε θεῇσιν,
  11. εἴτε καταχθονίαις, εἴτʼ οἰοπόλοι καλέεσθε
  12. νύμφαι· ἴτʼ ὦ νύμφαι, ἱερὸν γένος Ὠκεανοῖο,
  13. δείξατʼ ἐελδομένοισιν ἐνωπαδὶς ἄμμι φανεῖσαι
  14. ἤ τινα πετραίην χύσιν ὕδατος, ἤ τινα γαίης
  15. ἱερὸν ἐκβλύοντα, θεαί, ῥόον, ᾧ ἀπὸ δίψαν
  16. αἰθομένην ἄμοτον λωφήσομεν. εἰ δέ κεν αὖτις
  17. δή ποτʼ Ἀχαιίδα γαῖαν ἱκώμεθα ναυτιλίῃσιν,
  18. δὴ τότε μυρία δῶρα μετὰ πρώτῃσι θεάων
  19. λοιβάς τʼ εἰλαπίνας τε παρέξομεν εὐμενέοντες.’
  20. ὧς φάτο λισσόμενος ἀδινῇ ὀπί· ταὶ δʼ ἐλέαιρον