Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθʼ ἄρα τούσγε
  2. Ἄργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν.
  3. τὼ δὲ διʼ ἀτραπιτοῖο μεθʼ ἱερὸν ἄλσος ἵκοντο,
  4. φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κῶας
  5. βέβλητο, νεφέλῃ ἐναλίγκιον, ἥ τʼ ἀνιόντος
  6. ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν.
  7. αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν
  8. ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν
  9. νισσομένους, ῥοίζει δὲ πελώριον· ἀμφὶ δὲ μακραὶ
  10. ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος.
  11. ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης
  12. Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Λύκοιο,
  13. ὅς τʼ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω
  14. Φάσιδι συμφέρεται ἱερὸν ῥόον· οἱ δὲ συνάμφω
  15. Καυκασίην ἅλαδʼ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν.
  16. δείματι δʼ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶν
  17. νηπιάχοις, οἵ τέ σφιν ὑπʼ ἀγκαλίδεσσιν ἴαυον,
  18. ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι.
  19. ὡς δʼ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι
  20. καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται,