Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἄλλη δʼ αἶψʼ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ
  2. νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα·
  3. ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν
  4. ῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν.
  5. τοῖο δʼ ἑλισσομένοιο κατʼ ὄμματα νίσσετο κούρη,
  6. ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα
  7. ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας· αὖε δʼ ἄνασσαν
  8. νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν.
  9. εἵπετο δʼ Αἰσονίδης πεφοβημένος, αὐτὰρ ὅγʼ ἤδη
  10. οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετʼ ἄκανθαν
  11. γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα,
  12. οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν
  13. κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης
  14. ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας
  15. ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν.
  16. ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ
  17. βάπτουσʼ ἐκ κυκεῶνος ἀκήρατα φάρμακʼ ἀοιδαῖς
  18. ῥαῖνε κατʼ ὀφθαλμῶν· περί τʼ ἀμφί τε νήριτος ὀδμὴ
  19. φαρμάκου ὕπνον ἔβαλλε· γένυν δʼ αὐτῇ ἐνὶ χώρῃ
  20. θῆκεν ἐρεισάμενος· τὰ δʼ ἀπείρονα πολλὸν ὀπίσσω