Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Ἥρη Ἀθηναίη τε, Διὸς δʼ αὐτοῖο καὶ ἄλλων
  2. ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι
  3. βούλευον· πείραζε δʼ Ἀθηναίην πάρος Ἥρη·
  4. ‘αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.
  5. τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες
  6. χρύσεον Αἰήταο μεθʼ Ἑλλάδα κῶας ἄγοιντο,
  7. ἦ καὶ τόνγʼ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν