Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. μειλιχίοις; ἦ γὰρ ὅγʼ ὑπερφίαλος πέλει αἰνῶς.
  2. ἔμπης δʼ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.’
  3. ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν·
  4. ‘καὶ δʼ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν,
  5. Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω
  6. φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει
  7. θυμὸν ἀριστήων· πολέας δʼ ἐπεδοίασα βουλάς.’