Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. τεῖρʼ ὀδύνη σμύχουσα διὰ χροός, ἀμφί τʼ ἀραιὰς
  2. ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις,
  3. ἔνθʼ ἀλεγεινότατον δύνει ἄχος, ὁππότʼ ἀνίας
  4. ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες.
  5. φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων
  6. δωσέμεν, ἄλλοτε δʼ οὔτι· καταφθίσθαι δὲ καὶ αὐτή·
  7. αὐτίκα δʼ οὔτʼ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν,
  8. ἀλλʼ αὔτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην.
  9. ἑζομένη δἤπειτα δοάσσατο, φώνησέν τε·
  10. ‘δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι;
  11. πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι· οὐδέ τις ἀλκὴ
  12. πήματος· ἀλλʼ αὔτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γε
  13. Ἀρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι,
  14. πρὶν τόνγʼ εἰσιδέειν, πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαι
  15. Χαλκιόπης υἷας. τοὺς μὲν θεὸς ἤ τις Ἐρινὺς
  16. ἄμμι πολυκλαύτους δεῦρʼ ἤγαγε κεῖθεν ἀνίας.
  17. φθίσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι
  18. μοῖρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας
  19. φάρμακα μησαμένη; ποῖον δʼ ἐπὶ μῦθον ἐνίψω;
  20. τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετʼ ἀρωγῆς;