Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν,
  2. τοῖα παρὲξ οὗ πατρὸς ἐπʼ ἀνέρι μητιάασθαι.
  3. νὺξ μὲν ἔπειτʼ ἐπὶ γαῖαν ἄγεν κνέφας· οἱ δʼ ἐνὶ πόντῳ
  4. ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος
  5. ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης
  6. ἤδη καὶ πυλαωρὸς ἐέλδετο· καί τινα παίδων
  7. μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμʼ ἐκάλυπτεν·
  8. οὐδὲ κυνῶν ὑλακὴ ἔτʼ ἀνὰ πτόλιν, οὐ θρόος ἦεν
  9. ἠχήεις· σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην.
  10. ἀλλὰ μάλʼ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος.
  11. πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματʼ ἔγειρεν
  12. δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν
  13. φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος.
  14. πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν,
  15. ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη
  16. ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι
  17. ἠέ που ἐν γαυλῷ κέχυται· ἡ δʼ ἔνθα καὶ ἔνθα
  18. ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα·
  19. ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης.
  20. δάκρυ δʼ ἀπʼ ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δʼ αἰεὶ