Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο·
  2. ὧς τότε γηγενέων κεῖρε στάχυν· αἵματι δʼ ὁλκοὶ
  3. ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν.
  4. πῖπτον δʼ, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν
  5. λαζόμενοι πρηνεῖς, οἱ δʼ ἔμπαλιν, οἱ δʼ ἐπʼ ἀγοστῷ
  6. καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι.