Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὤμων τελλομένους· τοὺς δὲ νέον ἑστηῶτας,
  2. τοὺς δʼ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα.
  3. ὡς δʼ ὁπότʼ ἀμφʼ οὔροισιν ἐγειρομένου πολέμοιο,
  4. δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας,
  5. ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς
  6. ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσιν