Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν,
  2. ἔνθʼ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο
  3. εὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶρος
  4. ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν
  5. Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς.
  6. πήχυιον δʼ ἄρʼ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας
  7. νήησε σχίζας, ἐπὶ δʼ ἀρνειοῦ τάμε λαιμόν,
  8. αὐτόν τʼ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτρους
  9. πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς,
  10. Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων.
  11. καί ῥʼ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δʼ ἀίουσα
  12. κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν
  13. ἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο
  14. σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες.
  15. στράπτε δʼ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε
  16. ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο.
  17. πίσεα δʼ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δʼ ὀλόλυξαν
  18. νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην
  19. Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται.
  20. Αἰσονίδην δʼ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδʼ ὧς