Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο.
  2. τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα
  3. Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι.
  4. καί ῥʼ ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν
  5. Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν,
  6. Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο·
  7. τοὺς δὲ τότʼ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι
  8. προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατʼ ἀέθλου
  9. ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο.
  10. ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν
  11. ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων·
  12. νὺξ δʼ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας
  13. ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων
  14. αὐτίκʼ ἐπεί ῥʼ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου
  15. ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετʼ αἰθήρ,
  16. βῆ ῥʼ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ,
  17. σὺν πᾶσιν χρήεσσι· πρὸ γάρ τʼ ἀλέγυνεν ἕκαστα
  18. ἠμάτιος· θῆλυν μὲν ὄιν, γάλα τʼ ἔκτοθι ποίμνης
  19. Ἄργος ἰὼν ἤνεικε· τὰ δʼ ἐξ αὐτῆς ἕλε νηός.
  20. ἀλλʼ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν