Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Ἱππολύτη, νόσφιν δὲ Λυκάστιαι ἀμφενέμοντο,
  2. νόσφι δʼ ἀκοντοβόλοι Χαδήσιαι. ἤματι δʼ ἄλλῳ
  3. νυκτί τʼ ἐπιπλομένῃ Χαλύβων παρὰ γαῖαν ἵκοντο.
  4. τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει, οὔτε τις ἄλλη
  5. φυταλιὴ καρποῖο μελίφρονος· οὐδὲ μὲν οἵγε
  6. ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν.
  7. ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες
  8. ὦνον ἀμείβονται βιοτήσιον, οὐδέ ποτέ σφιν
  9. ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ
  10. λιγνύι καὶ καπνῷ κάματον βαρὺν ὀτλεύουσιν.
  11. τοὺς δὲ μετʼ αὐτίκʼ ἔπειτα Γενηταίου Διὸς ἄκρην
  12. γνάμψαντες σώοντο παρὲκ Τιβαρηνίδα γαῖαν.
  13. ἔνθʼ ἐπεὶ ἄρ κε τέκωνται ὑπʼ ἀνδράσι τέκνα γυναῖκες,
  14. αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες,
  15. κράατα δησάμενοι· ταὶ δʼ εὖ κομέουσιν ἐδωδῇ
  16. ἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται.
  17. ἱρὸν δʼ αὖτʼ ἐπὶ τοῖσιν ὄρος καὶ γαῖαν ἄμειβον,
  18. ᾗ ἔνι Μοσσύνοικοι ἀνʼ οὔρεα ναιετάουσιν
  19. μόσσυνας, καὶ δʼ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.
  20. ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται.