Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ,
  2. ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται·
  3. ὅσσα δʼ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε
  4. ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς.
  5. οὐδʼ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὣς
  6. φορβάδες, οὐδʼ ἠβαιὸν ἀτυζόμενοι παρεόντας,
  7. μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν.
  8. αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων
  9. ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει,
  10. σχέτλιος. ἢν γάρ πού τί θεμιστεύων ἀλίτηται,
  11. λιμῷ μιν κεῖνʼ ἦμαρ ἐνικλείσαντες ἔχουσιν.
  12. τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν
  13. νήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσιν
  14. ἠμάτιοι· λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη.
  15. ἤδη καί τινʼ ὕπερθεν Ἀρήιον ἀίσσοντα
  16. ἐνναέτην νήσοιο διʼ ἠέρος ὄρνιν ἴδοντο,
  17. ὅς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν
  18. ἧκʼ ἐπί οἱ πτερὸν ὀξύ· τὸ δʼ ἐν λαιῷ πέσεν ὤμῳ
  19. δίου Ὀιλῆος· μεθέηκε δὲ χερσὶν ἐρετμὸν
  20. βλήμενος· οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες.