Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες·
  2. οὐδʼ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλʼ ἐνὶ νηί,
  3. Ἀργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν.
  4. τοῖσι δʼ ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ
  5. λεῖπον Ἅλυν ποταμόν, λεῖπον δʼ ἀγχίρροον Ἶριν,
  6. ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός· ἤματι δʼ αὐτῷ
  7. γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην.
  8. ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππην
  9. ἥρως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα
  10. Ἱππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν
  11. ἀμφὶ κασιγνήτης· ὁ δʼ ἀπήμονα πέμψεν ὀπίσσω.
  12. τῆς οἵγʼ ἐν κόλπῳ, προχοαῖς ἔπι Θερμώδοντος,
  13. κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν.
  14. τῷ δʼ οὔτις ποταμῶν ἐναλίγκιος, οὐδὲ ῥέεθρα
  15. τόσσʼ ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων.
  16. τετράκις εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα
  17. πεμπάζοι· μία δʼ οἴη ἐτήτυμος ἔπλετο πηγή.
  18. ἡ μέν τʼ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε
  19. ὑψηλῶν, ἅ τέ φασιν Ἀμαζόνια κλείεσθαι.
  20. ἔνθεν δʼ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν