Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν.
  2. νυκτί δʼ ἔπειτʼ ἄλληκτον ἐπιπροτέρωσε θέοντες
  3. σήσαμον αἰπεινούς τε παρεξενέοντʼ Ἐρυθίνους,
  4. Κρωβίαλον, Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον.
  5. ἔνθεν δʼ αὖτε Κάραμβιν ἅμʼ ἠελίοιο βολῇσιν
  6. γνάμψαντες παρὰ πουλὺν ἔπειτʼ ἤλαυνον ἐρετμοῖς
  7. αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπʼ ἤματι ϝύκτα.
  8. αὐτίκα δʼ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην,
  9. θυγατέρʼ Ἀσωποῖο, καθίσσατο, καί οἱ ὄπασσεν
  10. παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς.
  11. δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο· νεῦσε δʼ ὅγʼ αὐτῇ
  12. δωσέμεναι, ὅ κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν.
  13. ἡ δέ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν.
  14. ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι
  15. ἱέμενον, ποταμόν τʼ ἐπὶ τοῖς Ἅλυν· οὐδὲ μὲν ἀνδρῶν
  16. τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν.
  17. ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο
  18. υἷες, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε
  19. τῆμος ἔθʼ, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον·
  20. οἵ ῥα τόθʼ, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν,