Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι,
  2. ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν,
  3. ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο,
  4. τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιο
  5. μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται.
  6. τῷ δʼ ἄρʼ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο,
  7. Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες,
  8. Εὐρύτου, ᾧ πόρε τόξον Ἑκηβόλος· οὐδʼ ἀπόνητο
  9. δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι.
  10. τοῖσι δʼ ἐπʼ Αἰακίδαι μετεκίαθον· οὐ μὲν ἅμʼ ἄμφω,
  11. οὐδʼ ὁμόθεν· νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν
  12. Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν
  13. ἀφραδίῃ. Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ·
  14. Πηλεὺς δὲ Φθίῃ ἐνὶ δώματα ναῖε λιασθείς.
  15. τοῖς δʼ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης,
  16. παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος.
  17. Ἄλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτʼ ἄλλους
  18. γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας.
  19. ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα
  20. πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν.