Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. Θησέα δʼ, ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο,
  2. Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκεν,
  3. Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν· ἦ τέ κεν ἄμφω
  4. ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο.
  5. Τῖφυς δʼ Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμον
  6. Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι
  7. κῦμʼ ἁλὸς εὐρείης, ἐσθλὸς δʼ ἀνέμοιο θυέλλας
  8. καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι.
  9. αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον
  10. ὦρσεν Ἀθηναίη, μετὰ δʼ ἤλυθεν ἐλδομένοισιν.
  11. αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· σὺν δέ οἱ Ἄργος
  12. τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσιν.
  13. τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν,
  14. ὅσσαι ὑπʼ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης.
  15. Φλίας δʼ αὖτʼ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν,
  16. ἔνθʼ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι,
  17. πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο.
  18. Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἷε Βίαντος,
  19. ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρὼ
  20. Νηληίς· τῆς δʼ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν