Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. στέρνα θʼ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δʼ ἄρα Τῖφυς
  2. βήσαθʼ, ἵνʼ ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι·
  3. κεκλόμενος δʼ ἤυσε μάλα μέγα· τοὶ δὲ παρᾶσσον
  4. ᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ
  5. νειόθεν ἐξ ἕδρης, ἐπὶ δʼ ἐρρώσαντο πόδεσσιν
  6. προπροβιαζόμενοι· ἡ δʼ ἕσπετο Πηλιὰς Ἀργὼ
  7. ῥίμφα μάλʼ· οἱ δʼ ἑκάτερθεν ἐπίαχον ἀίσσοντες.
  8. αἱ δʼ ἄρʼ ὑπὸ τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγες
  9. τριβόμεναι περὶ δέ σφιν ἀιδνὴ κήκιε λιγνὺς
  10. βριθοσύνῃ, κατόλισθε δʼ ἔσω ἁλός· οἱ δέ μιν αὖθι
  11. ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν.
  12. σκαλμοῖς δʼ ἀμφὶς ἐρετμὰ κατήρτυον· ἐν δέ οἱ ἱστὸν
  13. λαίφεά τʼ εὐποίητα καὶ ἁρμαλιὴν ἐβάλοντο.
  14. αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν,
  15. κληῖδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο,
  16. ἄνδρʼ ἐντυναμένω δοιὼ μίαν· ἐκ δʼ ἄρα μέσσην
  17. ᾕρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλων
  18. Ἀγκαίῳ, Τεγέης ὅς ῥα πτολίεθρον ἔναιεν.
  19. τοῖς μέσσην οἴοισιν ἀπὸ κληῖδα λίποντο
  20. αὔτως, οὔτι πάλῳ· ἐπὶ δʼ ἔτρεπον αἰνήσαντες