Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖς
  2. οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι.’
  3. η ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθ̓· οἱ δʼ ἐπανέσταν
  4. πειθόμενοι· ἀπὸ δʼ εἵματʼ ἐπήτριμα νηήσαντο
  5. λείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα
  6. κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη.
  7. νῆα δʼ ἐπικρατέως Ἄργου ὑποθημοσύνῃσιν
  8. ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳ
  9. τεινάμενοι ἑκάτερθεν, ἵνʼ εὖ ἀραροίατο γόμφοις
  10. δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν.
  11. σκάπτον δʼ αἶψα κατʼ εὖρος ὅσον περιβάλλετο χῶρον,
  12. ἠδὲ κατὰ πρῴραν εἴσω ἁλὸς ὁσσάτιόν περ
  13. ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν.
  14. αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον
  15. στείρης, ἐν δʼ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας·
  16. τὴν δὲ κατάντη κλῖναν ἐπὶ πρώτῃσι φάλαγξιν,
  17. ὥς κεν ὀλισθαίνουσα διʼ αὐτάων φορέοιτο.
  18. ὕψι δʼ ἄρʼ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ
  19. πήχυιον προύχοντα περὶ σκαλμοῖσιν ἔδησαν.
  20. τῶν δʼ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν,