Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ἑρκούλιος δὲ σαφέστατα καὶ προδήλως ὠμὸς ἦν καὶ πάσης μετριότητός τε καὶ κοινότητος ἀλλότριος, ἄγριον δὲ καὶ τὸ βλέμμα καὶ τὴν πρόσοψιν ἔχων, ἐξ ὧν ἑκατέρων ἡ τῆς ψυχῆς ἐσημαίνετο ποιότης. τὰς γοῦν ἀπηνεστέρας Διοκλητιανοῦ βουλὰς εὐθὺς εἰς ἔργον ἦγεν: ἔστι δὲ ὅτε καὶ ἀφορμὴν αὐταῖς παρεῖχε, πρόφασιν μὲν ὡς πάντα εἴκων αὐτῷ, τὸ δὲ οἰκεῖον θεραπεύων πάθος. ἀλλ̓ ἐπειδὴ πρὸς γῆρας ἀφικόμενος Διοκλητιανὸς οὐ σφόδρα ἡγεῖτο τῇ προστασίᾳ τῶν κοινῶν ἀρκεῖν, ποιεῖται πρὸς τὸν Ἑρκούλιον λόγους, ὥστε τὴν ἀρχὴν ἀποθέσθαι καὶ παραδοθῆναι τοῖς ἐκ τῆς ἡλικίας ἐρρωμενεστέροις καὶ ἀκμάζουσι: καὶ πείθεται μὲν εἰ καὶ ἀνιώμενος καὶ βαρέως φέρων Ἑρκούλιος, συναφίσταται δὲ τῆς βασιλείας τῷ συμβουλεύσαντι: μία τε αὐτοὺς ἀπέδειξεν ἰδιώτας ἡμέρα τὴν ἁλουργίδα ῥίψαντας ἐκ συνθήματος ἑνός, τὸν μὲν ἐν Νικομηδείᾳ τὸν Διοκλητιανόν, τὸν δὲ ἕτερον ἐν Μεδιολάνῳ μετὰ τὸν θρίαμβον ἐκεῖνον, ὃν κατὰ τῶν εἰρημένων ἐθνῶν ἐπὶ τῆς Ῥώμης ἐξεπλήρωσαν προπομπευόντων τῆς τε Ναρσοῦ γαμετῆς καὶ τῶν ἀδελφῶν καὶ τῶν παίδων.

169

Ἵδρυσαν οὖν ἑαυτοὺς ὁ μὲν Ἑρκούλιος περὶ τὴν Λουκανίαν, Διοκλητιανὸς δὲ ἐν ἀγρῷ γειτνιῶντι Σάλωσι καὶ διετέλεσεν ἐν ἡσυχίᾳ λαμπρᾷ τὸ καινὸν τοῦτο μόνος ἑλόμενος καὶ μετελθὼν τῆς ἀρετῆς εἶδος, ὥστε ἐξ ὕψους τοσούτου πρὸς κοινὴν μεταστῆναι πολιτείαν. καινὸν γοῦν καὶ αὐτοῦ μετὰ τελευτὴν ὑπῆρξεν ἐξ ἀμοιβῆς γέρας: μόνος γὰρ ἰδιωτῶν ἀνηγορεύθη θεός.

Οἱ μὲν οὖν ἐπαύσαντο τῆς ἀρχῆς, Κωνστάντιος δὲ καὶ Γαλλέριος τὴν τῶν Αὐγούστων προσλαμβάνουσι προσηγορίαν καὶ διαιροῦνται τὴν βασιλείαν, ὥστε τὰς μὲν Γαλλίας καὶ τὴν Ἰταλίαν καὶ τὴν Ἀφρικὴν ὑπὸ Κωνσταντίῳ τετάχθαι, τὰ δὲ τῶν Ἰλλυριῶν καὶ τὰ πρὸς ἕω καὶ τὴν Ἀσίαν ἅπασαν ὑπὸ τῷ Γαλλερίῳ. καὶ χειροτονοῦνται παῤ αὐτῶν Καίσαρες δύο. ἀλλὰ Κωνστάντιος ἀρκεῖν ἡγούμενος αὐτῷ τὴν τοῦ Αὐγούστου καὶ προσηγορίαν καὶ τιμὴν μόνον μετεποιήθη τῶν ἐν Γάλλοις πραγμάτων τὴν Ἰταλίαν καὶ τὴν Ἀφρικὴν ἀφείς, ἀνὴρ πάσης ἀρετῆς μέτοχος καὶ πάντας κοινότητι παρελθών. καὶ οἰκεῖον γὰρ ἡγούμενος πλοῦτον τὸν τῶν ὑπηκόων τὰς μὲν ἐκείνων συνεκρότει κτήσεις, τὰς δὲ βασιλικὰς παρὰ φαῦλον ἐποιεῖτο. φασὶ γοῦν αὐτὸν λέγειν ὡς ἄμεινον παρὰ τοῖς ἰδιώταις τὴν τοῦ βασιλέως εὐπορίαν εἶναι ἢ μικρῷ περικεκλεῖσθαι χωρίῳ. οὕτω δὲ μετρίαν εἶχε τὴν τῶν ἀναγκαίων παρασκευὴν ὡς ἐν τοῖς πολυανθρωποτέροις τῶν συμποσίων παρὰ τῶν ἰδιωτῶν αἰτεῖν ἀργυρᾶ τε σκεύη καὶ τὴν λοιπὴν ἀφθονίαν. τοσοῦτον δὲ ἦν αὐτοῦ παρὰ τοῖς Γάλλοις τὸ φίλτρον ὥστε αὐτῷ κατὰ τὴν γνώμην ἀνακινεῖσθαι

171
τὰ τῶν ἀνθρώπων, μάλιστα ἐπειδήπερ ἐπίστευον αὐτοῦ χάριν τῆς τε δολερᾶς ἀγχινοίας Διοκλητιανοῦ καὶ τῆς φονικῆς Ἑρκουλίου θρασύτητος ἠλευθερῶσθαι. τελευτᾷ μὲν οὖν ὁ Κωνστάντιος ἐν Ἐβοράκῳ πόλει Βρεττανικῇ τρίτῳ καὶ δεκάτῳ τῆς βασιλείας ἔτει καὶ συναριθμεῖται τοῖς θεοῖς.

Γαλλέριος δὲ ἀνὴρ καὶ κατ̓ ἀρετὴν αὐτῷ προσφερὴς καὶ τὴν τῶν πολέμων ἐμπειρίαν ἔχων ἀνδρείᾳ τε καὶ τοὺς πώποτε νενικηκὼς αἰσθόμενος ἔτι Κωνσταντίου περιόντος ἀναγκαίως αὐτῷ προσήκειν τῶν τε Ἰταλικῶν καὶ Ἀφρικῶν ἐπιμεληθῆναι πραγμάτων ʽἐπειδήπερ αὐτῶν ἀφειστήκει πρὸ τῆς τελευτῆς Κωνστάντιοσ̓ δύο Καίσαρας ἐχειροτόνησε: Μαξιμιανὸν μὲν ἐπέστησε τοῖς ἑῴοις, Σευῆρον δὲ τοῖς ἐν Ἰταλίᾳ: αὐτὸς δὲ ἐν τοῖς Ἰλλυριοῖς διέτριβε. πολλοὶ δὲ τῇ σχέσει τῇ πρὸς Κωνστάντιον ἐνεχείρισαν Κωνσταντίνῳ τὴν βασιλείαν τῷ τούτου παιδὶ διάγοντι κατὰ τὰς Βρεττανίας: καὶ τὴν ἀρχὴν ἐδέξατο τοῦ πατρὸς ἐξ ἀνίσων αὐτῷ γεγενημένος γάμων. τούτων οὕτω διακειμένων τὸ τάγμα τῶν πραιτωριανῶν ἔκ τινος αἰτίας εἰς στάσιν ἀρθὲν Μαξέντιον τὸν Ἑρκουλίου παῖδα πρὸ τῆς Ῥώμης ἐχειροτόνησεν ἐν ἀγρῷ διατρίβοντα. καὶ ἐπειδή τις ἤγγειλε τοῦτο τῷ πατρί, λαβὼν ἐλπίδα τοῦ πάλιν ἀνακτήσασθαι τὴν ἐξουσίαν ἣν ἀπέθετο καταλαμβάνει τὴν Ῥώμην ἀπὸ τῆς Λουκανίας, ἔνθα μετὰ πολλῆς εὐδαιμονέστατα διετέλει τῆς ἡσυχίας ʽκαὶ γὰρ ἐπιτερπέστατον ἦν τὸ χωρίον̓, γράφει τε πρὸς Διοκλητιανὸν προτρέπων καὶ αὐτὸν ἐπὶ τὴν ἴσην γνώμην. ἀλλὰ Διοκλητιανὸς μὲν κατεγέλασε τῶν γραμμάτων, ὁ δὲ Γαλλέριος τὴν τῶν πραιτωριανῶν ἀταξίαν μαθὼν Σευῆρον ἀποστέλλει τὸν Καίσαρα τιμωρὸν τοῦ τολμήματος. ὃς ἀφικόμενος μετὰ πολλῆς στρατιᾶς περικαθεσθεὶς τὴν πόλιν κατελείφθη ὑπὸ τῶν οἰκείων τῷ Μαξεντίῳ προστεθέντων. καὶ φυγὼν ἐπὶ τῆς Ῥαβέννης ἀνῃρέθη.

Ἑρκούλιος δὲ ὁ Μαξεντίου πατὴρ ἐν μέσῳ τῷ στρατῷ δημηγορῶν ὡς καταφανὴς ἐγένετο τὸν μὲν παῖδα παρωθούμενος, ἐφ̓ ἑαυτὸν δὲ τὴν ἐξουσίαν ἄγων, μετὰ πολλὰς τὰς ἐπ̓ αὐτῷ γενομένας λοιδορίας ἀπεχώρησεν ἐπὶ τὰς Γαλλίας πλαττόμενος ὑπὸ τοῦ παιδὸς ἐληλάσθαι, ὥστε ἀφορμὴν αὐτῷ τοῦτο γενέσθαι τῆς πρὸς Κωνσταντῖνον σχέσεως, ὃς ἦν αὐτῷ γαμβρὸς ἐπὶ θυγατρί: τὸ δὲ ἀληθὲς ἐπραγματεύετο τὸν Κωνσταντίνου φόνον, ὃς ἤδη τῷ φίλτρῳ τῶν ἀρχομένων παρελήλυθε τὸν πατέρα Φράγγους τε νενικηκὼς καὶ Ἀλαμανοὺς καὶ τοὺς βασιλέας αὐτῶν ὑφ̓

173
ἑαυτῷ πεποιημένος, οὓς καὶ θηρίοις παραδοὺς ἐν κοινῇ θέᾳ διέφθειρεν: οὗτος ὁ δόλος Ἑρκουλίου τὴν θυγατέρα Φαύσταν οὐκ ἔλαθε Κωνσταντίνῳ συνοικοῦσαν: ἀλλ̓ ἐπαγγέλλει τὸ τοῦ πατρὸς ἐγχείρημα. δέει τοίνυν τοῦ γαμβροῦ μεμαθηκότος ἤδη τὴν ἐπιβουλὴν φεύγει καὶ γενόμενος ἐν τῇ Μασσαλίᾳ παρασκευαζόμενός τε ἐκεῖθεν ἐπὶ τὸν υἱὸν ἐκπλεῦσαι Μαξέντιον ἀνῃρέθη δικαιοτάτην ὑπομείνας τελευτὴν ὠμότητός τε καὶ τοῦ θηριώδους τρόπου χάριν: πρὸς γὰρ τῇ κακίᾳ ταύτῃ πρὸς πάντας ἦν ἄπιστος καὶ τῆς κοινῆς πολιτείας λυμεὼν κοινότητος παντοδαπῆς ἀλλότριος.

Ἐν τούτῳ τῷ χρόνῳ Γαλλέριος ἤγαγεν εἰς βασιλείαν Λικίννιον γνώριμον αὐτῷ γεγενημένον ἐκ τῆς πρὸς Ναρσῆν τὸν Πέρσην μάχης: τῶν γὰρ ἀνδρειότατα μεμαχημένων τε καὶ ἠριστευκότων ἦν. καὶ μετὰ τοῦτο εὐθὺς Γαλλέριος ἐτελεύτησε. τέσσαρές τε λοιπὸν τῶν Ῥωμαϊκῶν ἐκράτησαν πραγμάτων, Κωνσταντῖνος καὶ Μαξέντιος ἐξ Αὐγούστων γεγενημένοι, καὶ Λικίννιος καὶ Μαξιμιανὸς ἐξ ἰδιωτῶν πρὸς τὴν ἀρχὴν κεκλημένοι. Κωνσταντῖνος μὲν οὖν πέμπτῳ τῆς βασιλείας ἔτει στρατεύσας ἐπὶ Μαξέντιον ἐμφύλιον συνῆψε μάχην ἐκράτησέ τε αὐτοῦ πανστρατιᾷ: μετ̓ οὐ πολὺ δὲ καὶ αὐτὸν ἀνεῖλεν ἐν τῇ γεφύρᾳ τῇ καλουμένῃ Μολβίᾳ πολὺν ὄλεθρον κατὰ τῆς συγκλήτου βουλευόμενον, προσέθηκέ τε τὴν Ἰταλίαν τῇ βασιλείᾳ. Μαξιμιανὸς δέ τις νεωτερίσας ἐπήγαγε Λικιννίῳ πόλεμον ἐν τοῖς μέρεσι τοῖς ἑῴοις καὶ τελευτᾷ τὸν βίον πρὶν εἰς ἔργον τὶ προελθεῖν ἐξαπιναίως ἔν Ταρσῷ τῆς Κιλικίας.

Οὐ μὴν ἡσύχασε Λικιννίῳ τὰ πράγματα. Κωνσταντῖνος γὰρ στρατηγεῖν τε ἀγαθὸς ὢν καὶ ἀνδρειότατος ἐν ταῖς μάχαις δυνατώτατός τε ἤδη ἐν ταῖς προσθήκαις γεγενημένος ἐπήγαγεν αὐτῷ πόλεμον ἐπιθυμίᾳ τῆς τοῦ παντὸς ἀρχῆς παρὰ φαῦλον ποιησάμενος τὴν ἀπὸ τοῦ γάμου συγγένειαν: κηδεστὴς γὰρ ἦν αὐτῷ Λικίννιος ἐπ̓ ἀδελφῇ Κωνσταντίᾳ. καὶ πρῶτον μὲν ἐν Κιβάλει πόλει Παιονικῇ πολλὴν συναγείραντα δύναμιν καὶ παρασκευῇ πάσῃ χρώμενον ἀθρόως ἐπελθὼν διεσκέδασεν ἐκράτησέ τε Δαρδάνων καὶ Μυσῶν καὶ Μακεδόνων καὶ πολλῶν ἑτέρων ἐθνῶν, ὦν ὁ Λικίννιος ἐβασίλευσε.