Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Βασιλεύσας δὲ καὶ συγκαλέσας τὴν στρατιὰν ὠμόσατο μὴ συνειδέναι τῷ Νουμεριανοῦ φόνῳ καὶ μετὰ τοὺς ὅρκους πλησίον ἑστηκότα τὸν Ἄπρον αὐτοχειρὶ διεχρήσατο. χωρήσας δὲ καὶ ἐπὶ τὸν Καρῖνον τῷ τε στρατεύματι καὶ τοῖς λοιποῖς προεστηκότα νικᾷ τε μάχῃ καὶ μετὰ ταῦτα ὑπὸ τῶν οἰκείων προδοθέντα περὶ Μάργον τὴν πόλιν ἀνεῖλε: καὶ γίγνεται μόνος αὐτοκράτωρ. στασιάζοντος δὲ ἐν Γάλλοις τοῦ ἀγροικικοῦ καὶ Βακαύδας καλοῦντος τοὺς συγκροτηθέντας ʽὄνομα δὲ ἔστιν τοῦτο τυράννους δηλοῦν ἐπιχωρίουσ̓, ἡγεμόνας δὲ ἔχοντος τοῦ τολμήματος Ἄμανδόν τε καὶ Αἰμιλιανὸν χειροτονήσας Καίσαρα Μαξιμιανὸν τὸν Ἑρκούλιον ἐξέπεμψε: καὶ νικήσας Μαξιμιανὸς μάχῃ τὴν ἐλευθερίαν ἀπέδωκε τῇ γῇ.
Κατὰ δὲ τὸν αὐτὸν χρόνον Καραύσιος οὐδαμόθεν οὐδενὶ γνωριζόμενος πλὴν ἐκ πολεμικῶν ἔργων, ἐκπεμφθεὶς παρὰ Μαξιμιανοῦ εἰς τὴν Βονωνίαν ὥστε τὰ περὶ τὸ Βελγικὸν καὶ Ἀρμόριχον καταστῆσαι παρὰ τῶν προσοίκων ἐνοχλούμενα, βαρβάρων πολλαῖς κρατήσας μάχαις τὴν ἐκ τοῦ πολέμου λείαν οὔτε τῷ στρατῷ διένειμεν οὔτε τοῖς βασιλεῦσιν ἀνέπεμψε: καὶ δἰ ὑποψίας ἐλθὼν ὡς ἐκ προνοίας ἐπὶ νεωτερισμῷ τὸν πλοῦτον συναγείρας προσετάχθη μὲν ὑπὸ Μαξιμιανοῦ κατασφαγῆναι, γνοὺς δὲ ἁλουργίδα τε ἐνέδυ καὶ καταλαμβάνει τὰς Βρεττανικὰς πόλεις.
Πάντων οὖν πανταχόθεν θορύβου πεπληρωμένων ʽκαὶ γάρ τοι καὶ Ἀχιλλεὺς χεῖρας ἀντάρας ἐτύγχανεν ἐν Αἰγύπτῳ: καὶ Γειτιανοί, πέντε δὲ ἦσαν οὗτοι, νεωτεροποιοῦντες ἐπὶ τῆς Ἀφρικῆς δύναμιν συνεκρότουν̓ τὸν μὲν Ἑρκούλιον Μαξιμιανὸν Αὔγουστον ἀνηγόρευσε, Κωνστάντιον δὲ καὶ Μαξιμιανὸν Καίσαρας. ἦν δὲ Κωνστάντιος μὲν Κλαυδίου τοῦ βασιλεύσαντος ἀπὸ θυγατρὸς ἔκγονος, Μαξιμιανὸς δὲ ὁ καὶ Γαλλέριος ἐπικληθεὶς ἐκ Δακῶν τῶν περὶ Σαρδάκην ἔχων τὸ γένος. βουλόμενος δὲ αὐτοὺς πιστοτέρους ἑαυτῷ καταστῆσαι τῇ διὰ τοῦ γάμου κατέδησε συγγενείᾳ
Κατὰ δὲ τούτους τοὺς χρόνους Κωνστάντιος ὁ Καῖσαρ ἐν Γάλλοις πολλὰς νικήσας μάχας ἦλθε παρὰ μικρὸν κινδύνου: κυκλωσάντων γὰρ αὐτὸν τῶν πολεμίων ἐν αὐτοῖς προπυλαίοις Λίγγωνος τῆς πόλεως κάλοις ἀνειλκύσθη πρὸς τὸ τεῖχος. ἀλλὰ κατὰ τὴν αὐτὴν ἡμέραν οὐδὲ πέντε διαγενομένων ὡρῶν ἐπεξελθὼν ἑξήκοντά τε ἀνεῖλεν χιλιάδας καὶ τοὺς Ἀλαμαννοὺς κατεδούλωσε. Μαξιμιανὸς δὲ τοὺς ἐν Ἀφρικῇ νεωτερίσαντας Γεντιανοὺς εἷλέ τε καὶ ὑποσπόνδους ἐποίησε. καὶ αὐτὸς Διοκλητιανὸς ἐν Αἰγύπτῳ τὸν Ἀχιλλέα νικήσας αὐτόν τε διεχρήσατο καὶ διὰ πάσης ὠμότητος ἐπεξῆλθε τῇ νίκῃ τοὺς μὲν κατασφάξας τῶν Αἰγυπτίων, τοῖς δὲ λοιποῖς φόρους τάξας ὡς μάλιστα βαρυτάτους. ἐκ ταύτης δὲ τῆς αἰτίας καὶ πάσης τῆς βασιλευομένης τὰς εἰσφορὰς ἐπέθηκε διαμετρησάμενος τὴν γῆν καὶ εἰς ἀπογραφὴν ἀναγαγὼν ἃ πάντα εἰς τόδε ἐκράτησεν.
Ἀλλ̓ οὐδὲ Μαξιμιανὸς ὁ Γαλλέριος ἔξω μεγάλων ἔργων ἐγένετο: στρατεύσας γὰρ κατὰ Ναρσοῦ τοῦ Περσῶν βασιλεύοντος ʽπάππος δὲ ἦν οὗτος Σάπωρί τε καὶ Ὁρμίσδᾳ τοῖς εἰς τὴν ἡμετέραν ἡλικίαν ἀφικομένοισ̓ τὸ μὲν πρῶτον ἐναντίαν ἔσχε τὴν ἔκβασιν ἐξ ἀβουλίας μᾶλλον ἤπερ ἀσθενείας. οὐ γὰρ ἔχων ἀξιόμαχον στρατιὰν συνεπλάκη καὶ τοιαύτην ἔσχε δυσημερίαν, ὥστε ἐπειδήπερ ἧκεν πρὸς Διοκλητιανὸν συλλεξόμενος ἑτέραν δύναμιν, μηδὲ λόγου τινὸς ἀξιωθῆναι, συνδραμεῖν δὲ τῷ ἅρματι μετὰ τῆς ἁλουργίδος αὐτῆς.
Ἀλλ̓ ἀγείρας πλῆθος πρὸς τὴν Περσικὴν παρασκευὴν ἀξιόχρεων χωρεῖ πρὸς τὴν Ἀρμενίαν. κἀκεῖ τῷ Ναρσῇ συμμίξας διαφθείρει μὲν αὐτοῦ τὸν στρατόν, αἱρεῖ δὲ τήν τε γαμετὴν αὐτοῦ καὶ τὰς ἀδελφάς: αὐτόν τε ἐπεξελθὼν ἤλασε πορρωτάτω τῆς βασιλείας. γνοὺς δὲ ὡς Διοκλητιανὸς διατρίβει περὶ τὴν μέσην τῶν ποταμῶν,
Ἀλλ̓ ὁ Διοκλητιανὸς μὲν ἀγχίνους τε ἦν φύσει μετά τινος κακουργίας πραγμάτων τε δεινὸς ἰχνευτὴς καὶ τὰς βουλὰς ἀποκρύπτων: τὴν τραχύτητά τε τὴν αὐτοῦ σπουδὴν εἶχεν ἑτέροις ἐπιγράφεσθαι: καὶ τὴν ὠμότητα τοῖς ἔργοις ἐγγυμνάζων ἐσοφίζετο φθόνον ἑτέρων εἶναι τὴν αὐτοῦ κακίαν. ἐπιμελείας δὲ οὐκ ἦν ἔξω καὶ τῆς περὶ τὸ βασιλεύειν τέχνης. αὐτός τε πρῶτος τὴν βασιλικὴν εἰσήγαγεν ὑπεροψίαν κατὰ μικρὸν τὴν ἐλευθερίαν τὴν Ῥωμαϊκὴν ὑποτεμνόμενος καὶ προσκυνεῖσθαι προσέταξεν ἑαυτὸν τῶν μέχρις αὐτοῦ βασιλέων τῇ κοινῇ προσηγορίᾳ τιμωμένων: καὶ τιμίους λίθους τοῖς τε ἐσθήμασι καὶ τοῖς ὑποδήμασιν ἐνήρμοσε: πρότερον δὲ τὸ διαφέρον τῆς βασιλικῆς περιβολῆς ἀπὸ τῆς ἁλουργίδος ἦν μόνης.