Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Χαῖρις ᾄδων ὄρθιον: ἐπὶ τῶν εὐφόνων. Ὁ γὰρ Χαῖρις αὐλητὴς Θηβαῖος ἦν, ὄρθιος δὲ αὐλητικὸς νόμος οὕτω καλούμενος εὔτονος καὶ ἀνάτασιν ἔχων.

Χαλεπὰ τὰ καλά: Πίττακον ἀποτιθέμενον τὴν ἀρχὴν πρὸς τοὺς θαυμάζοντας εἰπεῖν [φασί], χαλεπὸν ἐφθλὸν ἔμμεναι· Σόλωνα δὲ μαλακίαν αὐτοῦ καταγνόντα φάναι· χαλεπὰ τὰ καλά. Φασὶ δὲ Περίανδρον τὸν Κορίνθιον κατ’ ἀρχὰς μὲν εἶναι δημοτικὸν, ὕστερον δὲ τὴν προαίρεσιν μεταβαλόντα τυραννικὸν γενέσθαι. ὅθεν ἡ παροιμία. Οἱ δὲ τὰ χαλεπὰ ἀντὶ τοῦ ἀδύνατα τιθέασι, ὡς μηδὲ ἐκείνου δυνηθέντος τηρῆσαι τὴν ἑαυτοῦ γνώμην.

Χαραδριὸς [ἕτερος]: ἐπὶ τῶν ἀποκρυπτομένων· ἐπεὶ οὗτος τοὺς ἰκτεριῶντας ὠφελεῖ ὀφθείς· διὰ τοῦτο οἱ πωλοῦντες κρύπτουσι. Ἄλλοι δὲ τοὺς φαγόντες ὠφελεῖν φασί.

Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν εὐχερῶς ἐπαγγελλομένων. Χάρης γὰρ ὁ στρατηγὸς Ἀθηναίων εὐχερής τε καὶ εὐκολώτατος πρὸς τὰς ὑποσχέσεις ἐγένετο.

Χειμὼν ὀρνιθίας: ὁ σφοδρὸς, ἐν ᾧ τὰ ὄρνεα φθάρεται.

Χειρώνειον ἕλκος: ἤτοι ἀνήκεστον.

Χελώνῃ μυιῶν: ἐπὶ τῶν ἀφροντιστούντων τινός· τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παῤῥησίας ἔλαττον ἔμελεν, ἢ χελώνῃ μυιῶν.

Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν: ἀπὸ ἀστραγάλων παρῳδήθη ἡ παροιμία· καὶ ἐπὶ Θηραμένους, ἐπεὶ ἐδόκει Χῖος εἶναι.

Χοᾶς ἓξ χωρήσει: τουτέστι ὁ ἐγκέφαλος αὐτοῦ.

Χορὸν δίδωμι: ἐπὶ τῶν σκώμμασι νικώντων.

Χρόνου γὰρ ἄν σοι καιρὸς ἐξείργοι λόγος: ἐπὶ τῶν πολλὰ λεγόντων.

[Χρυσοχοεῖν] ** Ἐγὼ δὲ ᾤμην χρυσοχοήσειν: κέχρηται Πλάτων τῇ παροιμίᾳ· Εὔβουλος·

Ἡμεῖς ποτ’ ἄνδρας Κεπροπίδας ἐπείσαμεν Λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα.

Χύτραν ποικίλλειν: ἐπὶ τῶν ἀδυνάτων.

Χυτρεοῦς **: ὀστράκινος, εὐτελής.

Χωρὶς τὰ Μεῤῥᾶς καὶ Σιλωὰμ ῥεύματα.

Χωρὶς τό τ’ εἰπεῖν πολλὰ καὶ τὰ καίρια.

Ψευδατραφάξυος πλέα: ἀντὶ τοῦ πλήρη ψευσμάτων· ἀτράφαξυς δὲ εἶδος λαχάνου, ὃ ταχέως εἰς μέγεθος αὔξεται· εἴρηται δὲ ἐπὶ τῶν μετεωριζομένων καὶ ὑψουμένων.

Ψύλλων κενήν.

Ψύρα τὸν Διόνυσον: ἀντὶ τοῦ εὐτελῆ. Νησίδιον

γάρ ἐστι μικρὸν τὰ Ψύρα, μὴ δυνάμενον οἶνον ἐνεγκεῖν. Εἴρηται ἐπὶ τῶν ἐν συμποσίῳ κατακειμένων καὶ μὴ πινόντων.

Ψυχὴ πρόμαντις: ἐπὶ τῶν τὰ μέλλοντα προορώντων.