Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Τυφογέρων: ἐπὶ τῶν τυφομανῶν γερόντων.

Τῶν ἐπὶ κοσκίνῳ: μαντευομένων δηλονότι. Καὶ, Τῶν ἀπὸ τρίποδος, καὶ, Τῶν ἀπὸ δάφνης.

Τῶν φιλτάτων τὰ φίλτατα: Μηλίοις ἀνεῖλεν ὁ θεὸς φιλεῖν τῶν φιλτάτων τὰ φίλτατα· μέχρις οὖν ἐτῶν

δέκα ἓξ γυμνοὺς περιέφερον τοὺς παῖδας καὶ κατεφίλουν ἐν Ὀλυμπίᾳ.

Ὕπερον κοσμεῖς: ὅμοιον τῷ, Χύτραν ποὶκίλλεις.

Ὑπέρου περιστροφή; ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων.

Ὑπὲρ τὸν κατάλογον: ἐπὶ τῶν γεγηρακότων.

Ὕπνος δ’ ἀπέστω γλυκύθυμος ὀμμάτων: ἐπὶ τῶν βουλομένων φιλοσοφεῖν.

Ὑπόχαλκον τὸ χρυσίον: ἐπὶ τῶν κεκιβδηλευμένων.

Ὗς ὑπέροπλον δραμεῖται: ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλλόντων.

Ὕφαλος φάτις: ἐπὶ τῶν κρυφίων.

Φαέθοντα τόκον: ἐπιφανῇ καὶ καταπληχτικὸν τὴν πρόςοψιν.

Φαλακρὸς κτένα, Εὐνοῦχος παλλακήν, Κωφὸς αὐλητήν, Κάτοπρον ὁ τύφλος, Ὁ ἠπειρώπης

κώπην, Ὁ κυβερνήτης ἄροτρον: πάντα ὅμοια ταῦτα. Λέγεται ἐπὶ τῶν ἀχρήστως τι ἑαυτοῖς ἐμπορευομένων.

Φιλέψιος ὅδε: ἐπὶ τῶν φιλοπαιγμόνων· οὗτος χὰρ μεταξὺ τῶν δημηγοριῶν μύθους ἔλεγε· κεκωμῴδηται εἰς πανουργίαν.

Φιλίππου Ἀλεκτρυών: ὄνομα στρατηγοῦ· ἐπὶ τῶν ἐν μικροῖς κατορθώμασιν ἀλαζονευομένων.

Φιλοκτήτου τοξικώτερος.

Φιλοξένου λόγον τέτευχεν: κατὰ τῶν στεῤῥῶς

ἀρνουμένων ἡ παροιμία. Φιλόξενος γὰρ ὁ Κυθήριος διαφυγὼν τὰς εἰς Συρακούσας λατομίας, εἰς ἃς ἐνέπεσεν, ὅτι Διονυσίου τοῦ τυράννου τὰς τραγῳδίας οὐκ ἐπῄνει, διέτριβεν ἐν Τάραντι τῆς Ἰταλίας. Μεταπεμπομένου δὲ Διονυσίου αὐτὸν καὶ ἀξιοῦντος διὰ γραμμάτων [ἐλθεῖν] ὁ Φιλόξενος ἀντιγράψαι μὲν οὐκ ἔγνω, λαβὼν δὲ βιβλίον, τὸ στοιχεῖον τοῦ ο πολλάκις ἐν αὐτῷ περιέγραψε μόνον. εἰς μικρὰ καὶ μεγάλα τὸν τοῦ γράμματος χαρακτῆρα τοπώσας, καὶ ὅτι τὴν παράκλησιν διωθεῖται διὰ τοῦτο δηλώσας.

Ἡ φιλοχρημοσύνη μήτηρ κακότητος ἀπάσῃς.

Φόνου πτερὸν καὶ θανάτου πτερόν: ὀϊστός.

Φρουρήσεις ἐν Ναυπάκτῳ: ὅτι· ὀλίγος μισθὸς ἐδίδοτο τοῖς Ναύπακτον φρουροῦσι, τῶν ἐπιτηδείων πολλοῦ πιπρασκομένων. ** ὅτι Φίλιππος ἑλῶν τὸν Ναύπακτὸν Ἀχαιῶν γνώμῃ τοὺς φρουροὺς αὐτῆς ἀπέκτεινε πάντας.

Χαίρειν: ταῖς ἐπιστολαῖς τὸ χαίρειν προςετίθεσαν, ὡς καὶ Ἀριστοφάνης καὶ Σοφοκλῆς. Ἔστι δὲ καὶ ἀπαλλασσομένων προςαγόρευσις.