Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ψωλὸν γενέσθαι δεῖ σε μεχρὶ τοῦ μυῤῥίνου: μέμνηται ταύτης Ἀριστοφάνης ἐν Ἱππεῦσιν, ἐλέχθη δὲ ἐπὶ τῶν μέχρι πολλοῦ διειλκυσμένων.

Ὠγύγια κακά: ἐπὶ τῶν ὀχληρῶν· ἐπεὶ συνέβη Κάδμον τὸν Ὡγύγου διὰ τὰς θυγατέρας κακοῖς περιπεσεὶν. Ἄμεινον δὲ λέγειν ὠγύγια κακὰ τὰ παλαιά. Τοῦτο γὰρ ἡ λέξις δηλοῖ.

Ὦ Λακιάδαι: ἐπὶ τῶν μοιχῶν. δῆμος γὰρ τῆς Ἀττικῆς αἱ Λακιάδαι, ἐν ᾧ ῥαφανῖδες πολλαί, αἷς ἐχρῶντο κατὰ τῶν ληφθέντων μοιχῶν ἐνυβρίζοντες· καὶ στελεοῖς δὲ ἐχρῶντο μὴ παρουσῶν τούτων καὶ † ἀναβαστοῖς.