Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Τὰ Κινησίου δρᾷ: ἐπὶ τῶν μαλακῶν.

Τὰ μηδὲν πρὸς τὸν Διόνυσον: ἐπὶ τῶν τὰ ἀνοίκειά τισι προςφερόντων.

Τὰ πολλὰ πράττειν οὐκ ἐν ἀσφαλεῖ βίῳ: ἐπὶ τῶν εἰς κινδυνον ἐμπιπτόντων διὰ τὸ πολλὰ πράττειν.

Τὰ Σαμίων ὑποπτεύσεις: ἐπὶ τῶν δεδιότων τινὰς ἀνηκέστους κακῶν προδοσίας.

Τὰ τρίτα τῶν εἰς θάνατον: ἐπὶ τῶν λ τῷ καταγινωσκομένῳ θανάτῳ προςεφέρετο γ, ξίφος, βρόχος, κώνειον.

Ταχυβάμονας ὅρκους: Ἀρίσταρχος κατὰ ἀντίφρασιν ἀκούει τοὺς βραδεῖς· βέλτιον δὲ τοὺς ἐν ἑτέρῳ† τινι γενομένους νοεῖν.

Τήνελλα: τοῦτο σημαίνει τὴν ἐν τοῖς ἀγῶσι νίκην· μίμημα γάρ ἐστι τοῦ αὐλητικοῦ ἐνδοσίμου.

Τὴν Συρακουσίων δεκάτην: Δήμων Συρακουσίους εὐδαιμονήσαντάς φησι ψηφίσασθαι τὴν δεκάτην τῶν ὑπαρχόντων ἀποδίδοσθαι εἰς ἐπισκευὴν ναῶν τε καὶ ἀναθημάτων καὶ θεωριῶν· πολλοῦ τε χρήματος συναχθέντος, εἰς παροιμίαν ἐλθεῖν, ὡς καὶ τὴν Πριηνέων δεκάτην.

Τιτανῶδες βλέπει: φοβερὸν, καταπληκτικόν.

Τίς τῇδε: οἱ σπένδοντες ἔλεγον τοῦτο ἀντὶ τοῦ, τίς πάρεστι. οἱ δὲ παρόντες ἐπευφημούμεναι ἀπεκρίνοντο, Καλοὶ κἀγαθοί. τοῦτο δὲ ἐποίουν [οἱ σπένδοντες], ἵνα οἱ συνειδότες ἑαυτοῖς τι ἄτοπον, ἐκχωροῖεν τῶν σπονδῶν.

Τὸ Δίωνος γρῦ: οὗτος ὀ Δίων, Ἀλεξανδρεὺς

μὲν ἦν, ἐπὶ φιλοσοφίᾳ δὲ περιβόητος· ἔχων δὲ ἀδελφὸν παλαιστὴν Τ! ψ’ καλούμενον, λοιδορούμενος ὑπό τινος τῶν ἀνταγωνιστῶν αὐτοῦ ἐπακολουθοῦντος καὶ ὄχλου πολλοῦ, αὐτὸς μὲν οὐδὲν ἐφθέγξατο. πρὶν ἂν ἐντὸς τοῦ ἰδίου πυλῶνος γενόμενος καὶ μηδὲν ὀργῆς ὑπομείνας, εἶπεν· οὐδὲ γρῦ. ὁ δὲ ἀθυμήσας ἀπήγξατο.

Τὸ Ἡσιόδειον γῆρας: Ἀριστοτέλης ἐν Ὀρχομενίων πολιτείᾳ δὶς τεθάφθαι φησὶ τὸν Ἡσίοδον, καὶ ἐπιγράμματος τοῦδε τυχεῖν·

Χαῖρε δὶς ἡβήσας, καὶ δὶς τάφου ἀντιβολήσας, Ἡσίοδ’, ἀνθρώποις μέτρον ἔχων σοφίης.
παρόσον τό τε γῆρας ἀπέβη, καὶ δὶς ἐτάφη.

Τὸ Θετταλὸν σόφισμα: ἐπὶ τῶν σοφιζομένων καὶ κακουργούντων. Ἀπὸ Μένωνος τοῦ τῷ Κύρῳ τῷ νεωτέρῳ συναναβάντος, ὃς προὔδωκεν Ἀρταξέρξῃ τοὺς Ἕλληνας.

Τὸν αὐλητὴν αὐλεῖν: αὐλητὴς ἐγένετο μὴ πάνυ τοῖς αὐλητικοῖς ἐμμένων νόμοις, ἀλλὰ παρακινῶν· ὅθεν ἡ παροιμία.

Τὸ δέ τοι κλέος ἐσσομένοιο: ἐπὶ τῶν δαιμονίως γενέσθαι προδηλουμένων φήμῃ τινί.

Τοῦ δ’ ἄρ’ ὁ Κωρυκαῖος ἠκροάζετο: πειραταῖς τισί τινες τῶν ἐκ Κωρύκου συνέπραττον περιεργαζόμενοι, τῶν πλεόντων τὰ φορτία, καὶ καθ’ ἣν ἡμέραν ἀποπλεύσουσιν ἐμήνυον ταῦτα τοῖς πειραταῖς. Τοῦτο μαθόντες οἱ ἔμποροι ἀπέκρυπτὸν τὰ πολλά· ἐπειδὴ δὲ καὶ οὕτως ἔνια τοῖς πειραταῖς ἐμηνύετο, ἐκράτησεν ἡ παροιμία ἐπὶ τῶν δοκούντων μὲν λάθρα πράττεσθαι, εἰς γνώσιν δὲ ἐρχομένων.

Τοὺς Κόσσα λόγους: Κόσσας ἀνὴρ δίκαιος, Πελληνεὺς τὸ γένος· οἱ δὲ Πελληνεῖς οὗτοι πόλεμον ἔχοντες πρὸς Σαλαμινίους ἐπεκαλέσαντο συμμάχους τοὺς γείτονας, ὁμολογήσαντες αὐτοῖς μεταδώσειν τῆς χώρας. Νικήσαντες οὖν οὐ μετέδωκαν, τοῦ Κόσσα συμβουλεύοντος ταῖς ὁμολογίαις ἐμμένειν· ἀνθ’ ὧν λοιμῷ. περιπεσόντες τοὺς Κόσσα λόγους ἐπῄνουν.

Τὸ φέρον ἐκ θεοῦ καλῶς φέρειν χρή.

Τρὶς ἓξ: νικητήριος βόλος· ἐπὶ τοῦ εὐστόχου. Ἀπὸ

τῶν κυβευόντων· ὁ γὰρ βόλος ὁ πλήρης ἓξ ἦν· τὸ πάλαι δὲ τρεῖς ἐβάλλοντο κύβοι.

Τροχὸς τὰ ἀνθρώπινα: ἤτοι εὐμετάβολα.