Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ναύσων Νευκράτη: ἐπὶ τῶν ὁμοίως ἀποδιδόντων ἀλλήλοις· ὠνοματοποίησαν τὸ Ναύσων παρὰ τὸ ναῦς καὶ** τὸ κρατεῖ. Πολλὰ δέ ἐστι τοιαῦτα, οἷον Λευκότερος Λεύκωνος καὶ Ἀγαθίδες ἀγαθῶν.

Ναύφρακτον βλέπει: ἐπὶ τῶν ὀργίλως καὶ πολεμικῶς προσχόντων.

Νεάτῃ: ἡ ἐσχάτη· καὶ ἡ Νήτη, χορδὴ ὑπὸ τῶν μουσικῶν, πρὸς ἀντιδιαστολὴν τῆς τε ὑπάτης καὶ τῆς μέσης.

Νέα χελιδὼν: ἐπὶ τῶν ἐξαπατώντων τινάς.

Νεμέας αὐλητρίδος: ἐπὶ τῆς καλῶς αὐλούσης, καὶ Νεμέας σέλινα: τὰ καλά.

Νέοις μὲν ἔργα, βουλὰς δὲ γεραιτέροις.

Νήπιοι οὐδ’ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός: ἔσθ’ ὅτε πλειόνων τις ἐπιθυμῶν ἀποβάλλει καὶ ἃ ἔχει. Παραινεῖ γοῦν, μὴ ἐπιθυμεῖν πλειόνων.

Νικᾷ τόν ὀνηλάτην: πρὸς τὸν μὴ βουλόμενον ἀποστῆναι τοῦ κτήνους, ἀλλ’ ἑαντὸν προϊέμενον εἰς ἀπώλειαν. Τοὺς οὖν φεύγοντας τὸν σωφρονιστὴν λόγον, διὰ ταύτης λοιδοροῦμεν λέγοντες, Νικᾷ τὸν ὀνηλάτην.

Νύκτα δασεῖαν: τὴν χειμερίνην.

Νῦν εἰς χορὸν ἦλθον: ἐπὶ τῶν ἀρνουμένων.

Ὀβολὸν εὗρε Παρνύτης: Καλλίστρατος Ἀθήνησι πολιτευσάμενος, ἐπικαλούμενος δὲ Παρνύτης, μισθὸν ἕταξε τοῖς δικασταῖς καὶ τοῖς ἐκκλησιασταῖς· ὅθεν σκωπτόντων αὐτὸν τῶν κωμικῶν εἰς παροιμίαν ἦλθε τὸ γελοῖον.

Ὁδοῦ παρούσης, τὴν ἀτραπὸν μὴ ζήτει: ἐπὶ τῶν προδήλων.

Ὁ ἐν Πάρῳ βωμός: ἐπὶ τῶν πολυτελῶς κατεσκευασμένων.

Οἴκοι γενοίμην: ἐπὶ τῶν ἐκφυγεῖν τὰ δεινὰ εὐχομένων.

Οἶκος φίλος, οἶκος ἄριστος: ἔνιοι τὴν παροιμίαν ἐπὶ τὸ γελοιότερον μεταφρόζοντες, ταύτην ἐπὶ τῆς χελώνης φασίν.

Ὄϊς τὴν μάχαιραν: ἐπὶ τῶν ἀλυσιτελῶς τοῖς πράγμασι χρωμένων. Λέγεται γὰρ ὅτι κτείνασα ἡ Μήδεια τοὺς ἑαυτῆς παῖδας καὶ κατορύξασα παρὰ τὸ ἱερὸν τῆς Ἥρας τὸ ξίφος, μετεχώρησεν εἰς Ἀθήνας· μετὰ δὲ χρόνον θυσίας μελλούσης τελεῖσθαι, ὄις τοῖς ποσὶ σκαλεύουσα τὸ ξίφος ἐφανέρωσε, μεθ’ οὗ καὶ ἐτύθη.

Ὁ κάνης τῆς τύχης ὑπερέχει: ἐπὶ τῶν τὰ μὴ ἀναγκαῖα μείζω καὶ πλείω τῶν ἀναγκαίων κεκτημένων. Κοίτη γὰρ ἡ κίστη, εἰς ἣν τὰ βρωτὰ ἐμβάλλουσιν, κάνης δὲ, τὸ ἐπίθεμα τῆς κοίτης.

Ὁ Λυδὸς τὸν ὄνον ἐλαύνει: ἐπὶ τοῦ παρ’ ἀξίαν τὶ πράττοντος, παρόσον ἱππικώτατοι οἱ Λυδοί. Ὁμοία ταύτῃ καὶ ἡ Ἀφ’ ἵππων ἐπ’ ὄνους.

Ὀλυμπικὴ στοά: ἐπὶ τοῦ λάλου, ἢ ὅτε εἰκὸς ἔχειν τὴν στοὰν ἀντῳδὸν ἠχὼ, ἢ διὰ τὰς τῶν ἐκεῖ συνηγμένων βοάς.

Ὄμπνιος καρπός: ὁ σῖτος καὶ οἱ Δημητριακοὶ καρποί. Ὀμπνία γὰρ ἡ Δήμητρα.