Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Μέγα τοι ἄγγελος ἐσθλός: ἐπὶ τῶν ἀγαθὰ ἐπαγγελλόντων.

Μέδιμνον μέτρον χοινίκων μῆ.

Μεδίμνῳ ἀπομετρῶν παρὰ πατρὸς ἀργύριον: ἐπὶ τῶν μεγάλην καὶ ἀθρόαν ὠφέλειαν προςδοκούντων.

Μελάντερος ζόφου καὶ Μελάντερος πίσσης: ἐπὶ τῶν καθ’ ὑπερβολὴν μεμελασμένων.

Μελίπηκτον: εἶδος πλακοῦντος· καὶ παροιμία, Μελίπηκτα κύνες: ἐπὶ τῶν παρ’ ἀξίαν τὰ κάλλιστα ἀπολαυόντων.

Μεμαγμένη μᾶζα: ἐπὶ τῶν ἑτοίμων ἀγαθῶν.

Μετὰ νοσούντων μαίνεσθαί φασι καλόν: ὅτι χρὴ συνεξομοιοῦσθαι.

Μέτωνος ἐνιαυτός: Μέτων Ἀθηναῖος ἀστρολόγος, ὁ τὴν ἐννεακαιδεκαετηρίδα συνταξάμενος καὶ ὀνομάσας ἐνιαυτόν· τοὺς οὖν μακρὰς ὑπερθέσεις ποιουμένους ἐπισκώπτοντες ἔλεγον, Ἀναβάλλεσθαι εἰς τὸν Μέτωνος ἐνιαυτόν.

Μέχρι τῶν ἀμφωτίδων: ἐπὶ τῶν ἄγαν πεπληρωμένων, ἀντὶ τοῦ μέχρι τῶν ὤτων.

Μηδὲν ὑπὲρ τὰ καλάποδα: ἀντὶ, μηδὲν ὑπὲρ τὸ μέτρον. Καλάποδον γάρ ἐστι τὸ τοῦ σκυτέως. Μύῤῥιχον γὰρ τὸν σκυτέα φασὶ τοῦτο εἰπεῖν.

Μὴ ἔνι δούλων πόλις: πόλις ἐστὶν ἐν Λιβύῃ

Δούλων πόλις καλουμένη, ὡς Μνασέας ἱστορεῖ ὁ Πατρεύς· ** καὶ τὸν εἰς ἐλευιθερίαν** ἀναβοῶντα λέγειν. Οὐκ ἔστι δούλων οὐδ’ ἐλευθέρων πόλις· ** ἐν ᾖ μόνος ἐλεύθερός ἐστιν ὁ τῆς Ἀρτέμιδος ἱερεύς. Καὶ Ἀρτεμίδωρος φησὶν, ὅτι ὁ Φίλιππος ἔκτισε Πονηρῶν πόλιν καλουμένην, ἐν ᾗ πάντας τοὺς πονηροὺς κολάζων καθείργυεν.

Μήδων ἀμελῶ: ἐπὶ τῶν καταφρονουμένων.

Μήλειος Ἡρακλῆς: ἐπὶ τῶν εὐτελῶν· ἦν γὰρ ἄγαλμα Ἡρακλέους, ᾧ μόνα μῆλα, καρποὺς ἔθυον.

Μητίχου τέμενος: εἴη δ’ ἂν τὸ Μητιχεῖον δικαστήριον μέγα, ἐν ᾧ προςεκληρώθησαν χίλιοι δικασταί.

Μὴ ὥσπερ ἀπὸ λύκου θύρας: ἐπὶ τοῦ φαύλου.

Μία ἡμέρα σοφὸν οὐ ποιεῖ.

Μίασμα δρυός: παρ’ Εὐριπίδῃ ἐν Ἐρεχθεῖ αἰνιττόμενον τὸ Θηβαίων παρανόμημα εἰς τὸ ἐν Δωδώνῃ μαντεῖον, ἀφ’ οὗ καὶ παροιμία Βοιωτοῖς μαντεύσαις.

** ἠσέβησαν γὰρ εἰς τὴν ἱέρειαν ἐμβαλόντες αὐτὴν εἰς τὸν ἐν Δωδώνῃ λέβητα ζέοντα, ἐρωτικῶς διατεθεῖσαν εἰς ἕνα τῶν θεωρῶν.

Μίδας ἐν κύβοις εὐβολώτατος: βόλου ὄνομα ὁ Μίδας, οὗ καὶ Εὔβουλος ἐν Κυβευταῖς μέμνηται.

Μόχθος οἱ τηλοῦ φίλοι: παροιμία· καὶ,

Τηλοῦ φίλοι ναίοντες οὐκ εἰσὶν φίλοι.

Ναὶ ναὶ μὰ μήκωνος χλόην: ἐπὶ χλευασμοῦ ὁ ὅρκος.