Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ὄμφακας βλέπει: ἐπὶ τῶν δριμὺ βλεπόντων καὶ ὀργιζομένων.

Ὄνος εἰς Ἀθήνας: ἐπὶ τῶν ἀπαιδεύτων.

Ὄνος ἐν μύροις: ἐπὶ τῶν ἀναξίως ἐν τρυφαῖς διαγόντων.

Ὄνος ἐν πιθήκοις: ἐπὶ τῶν αἰσχρῶν ἐν αἰσχροῖς.

Ὄνος τὰ Μελιταῖα: πρὸς τοὺς κατὰ ζῆλον μηδὲν μὲν ὅμοιον ποιοῦντας, παραπολαύοντας δὲ μᾶλλον κακῶν. Φασὶ γὰρ ὄνον ἰδόντα κυνίδιον προςπαῖζον τῷ δεσπότῃ, ἐθελῆσαι μιμήσασθαι, ἐπάραντα δὲ τὰ σκέλη πυδαρίζειν, συντρίψαι τὰ οἰκητήρια σκεύη, πληγὰς δὲ διὰ τοῦτο λαβεῖν πολλάς.

Ὄνου σκιά: νεανίσκος Ἀθήνηθεν εἰς Δελφοὺς ὄνον ἐμισθώσατο, καὶ μεσημβρίας καταλαβούσης, καὶ

τοῦ ἡλίου σφοδρότερον ἐκκαίοντος, τῆς ὁδοιπορίας ** ἔστησαν, γυμνοῦ δὲ σκιᾶς ὄντος τοῦ τόπου, ὑπέδυ τὴν τοῦ ὄνου σκιὰν ὁ νεανίσκος. Ὁ δὲ ὀνηλάτης ἐκώλυε, ὄνον, οὐχὶ, σκιὰν λέγων αὐτὸν μεμισθωκέναι. Λέγεται δὲ ἡ παροιμία ἐπὶ οὐθενείας καὶ ματαίας φιλονεικίας.

Ὀξηρὸν ἄγγος οὐ μελιττοῦσθαι πρέπει: ἐπὶ τοῦ ἀναξίου. Σοφοκλῆς Ἰφιγενείᾳ.

Ὄξος ἠκρατισμένον: ἐπὶ τῶν ὀργίλων καὶ δριμυτάτων.

Ὄξος Σφήττιον: ἴσως οἱ Σφήττιοι ὀξεῖς ἦσαν. Εἰσὶ δὲ δῆμος Ἀττικῆς.

Ὀξύτερον Λυγκέως βλέπει: ἐπὶ τῶν τὰ πόῤῥωθεν ἀκριβῶς ὁρώντων.

Ὀξύτερον οἱ γείτονες βλέπουσι τῶν ἀλωπέπων: ἐπὶ τῶν λανθόνειν μὴ δυναμένων.

Ὁ περιφόρητος Ἀρτέμων: ἐπὶ τῶν πάνυ ποθουμένων. Φασὶ γὰρ ὅτι νεανίσκος ὁ Ἀρτέμων ἐγένετο περιμάχητος γυναιξίν· ἄλλοι δὲ ὅτι μηχανοποιὸς ἐγένετο σοφώτατος κατὰ τοὺς Περικλέους χρόνους· χωλὸς δὲ ὢν περιεφέρετο ἐπὶ τῷ ὁρᾶν τὰς μηχανάς.

Ὅρκος Ἀφροδίσιος συγγινώσκεται: παρόσον οἱ ἐρῶντες εὐχερῶς ὀμνύουσι.

Ὅταν τὸ ὕδωρ πνιγῃ, τί δεῖ ἐπιπνίγειν παρεγγυᾶται μὴ τοῖς δυςτυχοῦσι κατεπεμβαίνειν.

Οὐδὲν ἀνδρῶν λευκῶν ὄφελος ἢ σκυτοτομεῖν: ἐπὶ τῶν εἰς μηδὲν λυσιτελούντων, παρόσον οἱ μέλανες τῶν λευκῶν λυσιτελέστεροι.

Οὐδὲν ἀρχαῖον ποιεῖ: ἐπὶ τῶν εἰς μηδὲν συντελούντων.

Οὐδὲν ὄφελος ἀποῤῥήτου καὶ ἀφανοῦς Μούσης: ἐπὶ τῶν τὴν σιωπὴν ἀσκούντων.

Οὐδ’ ἐν σελίνοις: ἐπὶ τῶν μακρὰν τοῦ τέλους ἀπεχόντων· βούλεται γὰρ ἡ παροιμίᾳ λέγειν, ὅτι οὐδὲ ἀρχὴν ἔχεις τοῦ πράγματος, καθάπερ οὐδὲ οἱ εἰς τοὺς κήπους εἰςιόντες ἐν τοῖς σελίνοις εἰσὶν ἤδη.

Οὐδ’ ἐν τοῖς ἰωροῦ: οὕτω τοὺς φυλακὰς ἐκάλοῦν

Ἀθηναῖοι· καὶ ὁ νόμος ὁ παρ’ αὐτοῖς ἐκτὸς ἰωροῦ ἐκέλευσεν εἶναι τοὺς ἀνδροφόνους· τουτέστι τῶν τόπων ἐν ᾧ τὰ φυλακτήρια ἦν. Ἐπὶ τοίνυν τῶν ἀπειλούντων καὶ σοβαρευομένων ἡ παροιμία.

Οὐδὲ τῶν τὰ Πυθαγόρου μυθολογούντων ἤκουσας: ἐπὶ τῶν πάσης ἀλλοτρίων παιδείας.