Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Λευκοὶ τοὺς δειλοὺς ὀνειδίζουσιν: ἐπὶ πῶν ἑτέροις τὰ προςόντα αὐτοῖς κακὰ προςφερόντων, παρόσον οἱ λευκοὶ δειλοί.

Λευκόπυγος: ἐπὶ τῶν δειλῶν καὶ ἀνάνδρων. Τοιοῦτοι γὰρ οἱ μὴ πονοῦντες ἐν ἔργοις. Τούτῳ δὲ ἐναντίον τὸ μελάμπυγος, ἐπὶ τῶν γενναίων. Οἱ γὰρ πονοῦντες ἔντριχον ἔχουσι τὴν πυγήν.

Λεχὼ λέαιναν καὶ κακὸς κύων φοβεῖ: πρὸς τοὺς πεφοβημένους τὰ μὴ δέους ἄξια, παρόσον ἡ λέαινα τεκοῦσα καὶ τὰ μικρὰ φοβεῖται.

Λέων ξίφος ἔχων: ἐπὶ τῶν φύσει μὲν ἀνδρείων, ἑτέραν δὲ προςλαμβανόντων ἔξωθεν βοήθειαν.

Λήθαργος κύων: ὁ προςσαίνων μὲν, δάκνων δὲ λάθρα.

Λήμνιον βλέπει: πυρῶδες, ἐπειδὴ τὸ πῦρ Λήμνιον.

Λίθον ἕψεις: ἐπὶ τῶν ἀδύνατόν τι κατεργάζεσθαι ἐπιχειρούντων.

Λίθῳ λαλεῖς: ἐπὶ τῶν ἀναισθήτων.

Λίθων χοαί: ἄργυρος καὶ χρυσός. Καὶ γὰρ Εὐριπίδης φησί,

Λευκοὺς λίθους ἔχοντες αὐχοῦσιν μέγα.

Λυγκέως ὅμοιος: οὗτος ὀξυδερκέστατος γέγονεν, ὡς καὶ τὰ ὑπὸ γῆν ὁρᾶν.

Λυγκέως ὀξύτερον βλέπει: ἐπὶ τῶν ὀξυδορκούντων. Οὗτος γὰρ ὁ Λυγκεὺς εὗρε τὰ ὑπὸ γῆν μέταλλα χρυσίου καὶ κασσιτέρου καὶ τῶν λοιπῶν· οἱ δέ φασιν ὅτι ὁ λυγκεὺς θηρίον ἐστὶ ὀξυδερκέστατον.

Λύκειος: Ἀπόλλωνος ἐπίθετον· καὶ τόπος, ἐν ᾧ κρῆναι ἀνεδόθησαν, ἡ μὲν οἴνου, ἡ δὲ μέλιτος, ἐν αἷς συνέβαινε τὰ ζῶα προςιζάνειν καὶ τοξεύεσθαι.

Λύκος αἶγας ἐκκαλῶν: ἐπὶ τῶν καθυποκρινομένων φιλίαν ἐχθρῶν.

Λύκος ἐν αἰτίᾳ γίνεται, κἂν φέρῃ κἂν μὴ φέρῃ: πρὸς τὸν ἐκ παντὸς τρόπου ἐν αἰτίᾳ γινόμενον.

Λύκος κρέας νέμει: ἐπὶ τοῦ πλεονεκτεῖν καὶ διδόναι βουλομένου.

Λύκος λέοντι συμβάλλει πεφραγμένῳ: ἐπὶ τῶν ἀσθενῶν καὶ δυνατωτέροις συμβαλλόντων.

Λύκου ῥήματα: ἐπὶ τοῦ καὶ λόγοις καὶ ἔργοις ἀδικοῦντος.

Λύκου στέγη: ἐπὶ τοῦ πενιχροῦ παντάπασι καὶ οὐδὲν ἔχοντος ἀποκείμενον.

Μάϊς καὶ Θίμβις: ταῦτα ὀνόματά εἰσι Φρυγικὰ, διὸ καὶ ἐπιφωνεῖται, εἷς Μάϊς ἐν Φρυγίᾳ. Τὸν δὲ Θίμβιν ὁ Μένανδρος συνεχῶς Τίβιον ὀνομάζει· καὶ ὅλη ἡ Φρυγία Τιβία καλεῖται.

Μαντικὴ ψυχή: ἐπὶ τῶν τὰ μέλλοντα προορωμένων. Πλάτων Φαίδρῳ.