Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Κανθάρου μελάντερος: ἐπὶ τῶν καθ’ ὑπερβολὴν λεγομένων.

Κἂν ἴσαι ψῆφοι γένωνται: ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις ψήφων. Ἀπελύοντο δὲ οἱ κρινόμενοι, ὅτε ἴσαι αἱ ψῆφοι ἐγίνοντο.

Καπνίας ποιητής: ὁ μηδὲν λαμπρὸν γράφων. Καὶ οἶνος καπνίας ὁ κεκαπνισμένος, καὶ Κάπνιος ἄμπελος ἡ μέλαινα.

Καπνοῦ σκιά: ἐπὶ τῶν λίαν ἰσχνῶν, καὶ ἐπὶ τῶν ἀστάτων καὶ ἀφανῶν.

Καρκίνου πορεία: ἡ ἀργὴ καὶ δυςδιόρθωτος.

Κήρινος θάνατος: Κλεινίας ἐν Κρότωνι τυραννίδα κατασκευασάμενος περὶ τῆς ἀρχῆς ἀνηρώτα τὸν θεόν· ὁ δὲ ἀνεῖπεν, ὡς κήρινος αὐτὸν ἀναμένει θάνατος. Ἐκ δὲ τῆς Θουρίας δύο νεανίσκοι ἐπέστησαν γραμματίδιον ἀναδιδόντες, ἐν ὅσῳ δὲ λύων τοῦτο ἀνεγίνὼσκεν ὑπ’ αὐτῶν ἀνῃρέθη.

Κόγχην διελεῖν: ἐπὶ τῶν ῥᾳδίως τι ποιούντων· καὶ Κόγχην διεῖλες, ἀντὶ τοῦ ἴσον ἐποίησας.

Κόντῳ πλεῖν: ἐπὶ τοῦ προςηκόντως ζῆν.

Κορδύλης οὐκ ἄξιος: κορδύλη πᾶν τὸ διεστραμμένον καὶ ἐξέχον· λέγεται καὶ περὶ τὸν ὦμαν δεσμὸς κορδύλη.

Κορίνθιος ξένος.

Κρότωνος ὑγιέστερος: κρότων ζῶόν ἐστι ἐν τοῖς κυσὶ καὶ βουσὶ γινόμενον.

Κύλλου πήραν: κυλλοὺς Ἀττικοὶ καὶ ἐπὶ τῶν ποδῶν καὶ ἐπὶ τῶν χειρῶν ὁμοίως λέγουσιν. Οἱ δὲ κύλλου φασὶ βαρυτόνως, ἐπὶ τῶν τὴν φύσιν βιαζομένων ἐξ ἐπιτεχνήσεως. Ἔστι δὲ τόπος ἐν Ἀττικῇ Κύλλου πήρα, ἐν ᾧ καὶ κρήνη· πίνουσαι δὲ ἐξ αὐτῆς αἱ στερίφαι συλλαμβάνουσιν.

Κύων ἐν προθύρῳ: ἐπὶ τῶν ἐν τοῖς δικαίοις τολμηρῶν.

Κύων ἐν ῥόδοις: ἐπὶ τῶν μὴ αἰσθανομένων ἐν μεγάλοις ὄντων· ἢ ἐπὶ τῶν μείζοσιν ἢ καθ’ αὑτοὺς ὄντων.

Κύων κυνὸς οὐχ ἅπτεται: ἐπὶ τῶν τοὺς ὁμοίους φυλαττομένων.

Κῶνος ἀρτοξύει: ἐπὶ τῶν ἀνταποδιδόντων.

Λάβρακας Μιλησίονς: ὅταν ἐν ἀγορᾷ εἰς πλῆθος φανῶσιν· ἐν γὰρ τῇ Μιλήτῳ πλεῖστοί τε καὶ μέγιστοι εἶσίν.

Λεβηρίδος τυφλότερος: τὸ τοῦ ὄφεως δέρμα φασὶ λεβηρίδα· ἕτεροι δὲ τὸ τοῦ κυάμου λέπισμα.

Λεπτὴν πλέκειν: ἐπὶ τῶν πενιχρῶν τοῦτο λέγεται· οἷον ἀκριβῆ, στενὴν, ἀσθενῆ.

Λευκὴ ἡμέρα: ἡ ἀγαθὴ, καὶ ἐπ’ εὐφροσύνῃ, καὶ λευκὸν ἀγαθὸν, ἐπὶ τοῦ ἡδέος.