Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Θρᾳκεία παρεύρεσις: ἐπὶ τῶν δολίως τὶ μηχανωμένων καὶ χαλεποῖς ἔργοις λόγους εὐπροςώπους ἐξευρισκόντων· Θρᾷκες γὰρ ἡττηθέντες ὑπὸ Βοιωτῶν περὶ Χερώνειαν,† καὶ σπεισάμενοι, θύουσι τἀπινίκια τοῖς Βοιωτοῖς νυκτὸς ἐπέθεντο· καὶ πολλοὺς αὐτῶν ἀνεῖλον, τινὰς δὲ καὶ ἐζώγρησαν. Ἀγανακτούντων δὲ Βοιωτῶν ἐπὶ τῷ παρεσπονδῆσθαι, ἔφασαν οἱ Θρᾷκες, ὅτι τὰς ἡμέρας, ἀλλ’ οὐ τὰς νύκτας ἐσπεισάμεθα.

Θυμόσοφος: τοὺς ἐκ φύσεως ὀξυμαθεῖς καὶ εὑφυεὶς οὕτως ἐκάλουν.

Θύραθεν: ἐκ τῆς θύρας καὶ ἀντὶ τοῦ ἐγγὺς, καὶ ἀντὶ τοῦ ἐκτὸς, καθά φαμὲν ἐκ τῶν θύραθεν ἢ ἀπὸ τῶν ἐκτός. Εἴληπται δὲ ἀπὸ τῶν αἰτούντων πτωχῶν καὶ ἔξω τῆς θύρας ἱσταμένων.

Ἰάλεμος: εἶδος θρήνου, ἡ ἐπὶ τοῖς ἀπολωλόσιν

ἀνία, καὶ ὁ υἱὸς Καλλιόπης, καὶ ὁ ὀρφανός· ἔνιοι δὲ καὶ τὸν κακοδαίμονα καὶ τὸ εὐτελές. Ἰαλεμώδη τὰ ψυχρὰ καὶ οὐδενὸς ἄξια, ἢ τὰ θρηνώδη.

Ἱερείας ἐνύπνιον: ἐπὶ τῶν ἐξ ἐνυπνίων κακὰ παθόντων· λέγεται δὲ καὶ Ἱμεραίας ἐνύπνιον. Ἱμεραία γάρ τις ἱέρεια καθ’ ὕπνους εἰς οὐρανὸν εἶναι ἔδοξε, καὶ τῷ τοῦ Διὸς θρόνῳ ἰδεῖν ἁλύσει δεδεμένον τινὰ, περὶ οὗ ἐρωτήτασαν μαθεῖν τὸν Σικελίας εἶναι ἄρχοντα, ὕστερον δὲ ἰδοῦσα Διονύσιον τυραννήσαντα, αὐτὸν εἶναι εἶπεν ὃν καθ’ ὕπνους ἑώρακε. Καὶ ὀργισθεὶς ἀπέκτεινεν αὐτὴν ὁ Διονύσιος.

Ἴθι ὀρθός: ἐπὶ τῶν τοῦ δικαίου ἐκτρεπομένων.

Ἵνᾷ μὴ φάγῃς σκόροδα, μηδὲ κυάμους; ἐπὶ 279 τῶν ἡσυχῇ ζώντων. Ἔθος γὰρ ἦν τοῖς ἐν πολέμῳ ἀπιοὖσιν ἐσθίειν σκόροδα, τοὺς δὲ δικαστὰς κυάμους, ἵνα μὴ κοιμηθῶσιν. Οἱ γοῦν δικάζοντες καὶ ἐν πολέμῳ ἀπήρχοντο βίας καλούσης.

Ἱππεῖς ἐν Θετταλίᾳ καὶ Θράκῃ: παροιμία.

Ἵππου γῆρας: ἐπὶ τῶν πρὸς τῷ γήρᾳ δυςτυχούντων.

Ἴσαι ψῆφοι: ἐπὶ τῶν ἐν δικαστηρίῳ ἀντικρινομένων, καὶ μηδενὸς καταβεβλημένου. Αἰσχίνης κατὰ Κτησιφῶντος.

Ἴσως Ἐριννὺς ἐστιν ἐκ τραγῳδίας: τὰ γὰρ ἀποτρόπαια τῶν φαντασμάτων τραγῳδοῖς μᾶλλον ἁρμόττει,

Ἰχθὺν εἰς Ἑλλήσποντον.

Κάβος: εἶδος μέτρου. Καὶ παροιμία, Κάβος κάβου.

Καθ’ ἑαυτοῦ τὴν κόνιν ἀμᾶται.

Καὶ γὰρ Ἀργείους ὁρᾷς: αὕτη Σοφόκλειος· πεποίηται γὰρ Ἐριφύλη πρὸς Ἀλκμαίωνα λέγουσα,

Καὶ γὰρ Ἀργείους ὁρῶ.
Εἴρηται δὲ ἐπὶ τῶν ἐκτενῶς πρὸς ὁτιοῦν βλεπόντων καὶ καταπληκτικόν τι δοκούντων ὁρᾶν. Οἱ δὲ ἐπὶ τῶν εἰς κλοπὴν ὑπονοουμένων. Κωμῳδοῦνται γὰρ Ἀργεῖοι ἐπὶ κλοπῇ, ὥςπερ καὶ Σοφοκλῆς ἐχρήσατο.

Καὶ κεραμεὺς κεραμεῖ κοτέει: ἐπὶ τῶν ὁμοτέχνων διαφθονουμένων.

Καὶ ταῦτ’ ἔχοντες κυμάτων ἐν ἀγκάλαις: ἀντὶ τοῦ ὄντες ἐν πολλοῖς κινδύνοις.

Καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει: ἀντὶ τοῦ παντὶ τρόπῳ, καὶ ἔργοις δηλαδὴ, ὃ δηλοῖ διὰ τοῦ χερσὶ, καὶ κατανεύσει, τοῦτο γὰρ σημαίνε τὸ κόμαισι, καὶ βαδίσει, ὃ δηλοῖ διὰ τῶν ποδῶν καὶ τῆς βάσεως.

Κακὰ κακῶν: τὰ ὑπερβολικὰ κακά.

Καλλίου: πιθήκου. Τὰ δυσχερῆ γὰρ τῶν ὀνομάτων εὐφημότερον εἰώθασιν οἱ Ἀττικοὶ προφέρεσθαι, καὶ τὸν πίθηκον οὖν καλλίαν προρηγόρευσαν· οὕτω καὶ τὰς Ἐριννύας Εὐμενίδας λέγουσιν.