Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἡ γλῶττα τῷ κήρυκι τέμνεται: τουτέστιν, ἡ γλῶττα τῶν θυομένων τῷ Ἑρμῇ δίδοται. Καλλίστρατος δέ φησι, τῶν θυομένων τὰς γλώσσας τοῖς κήρυξιν ἀπονέμεσθαι. Ἡ γλῶττα τῷ κήρυκι τοῦτο γίνεται· αἰτία, ἐπὶ τῶν βλάσφημα λεγόντων.

Ἡ γραῦς τὰς ἀγαθίδας ** ἐκπίνουσα, ταῦτα

μὲν ἀγαθίδες Ἐπὶ τῶν ἄγαν μεθύσων. Καὶ πάλιν· Ἡ γραῦς τὸ ἄροτρον ἐκπίνουσα, φησί, οἷα κακὰ τὴν γῆν ἀναστρέφει.

Ἦδ’ ὅς: τίθεται ἡ λέξις ἐπὶ πλήθους καὶ ἐπὶ θηλειῶν· οὐ μόνον δὲ ἀντὶ τοῦ ἔφη, ἀλλὰ καὶ ἀντὶ τοῦ ἔφασαν· ὁ δὲ Κράτης μὴ δασύνειν λέγει τὸ ὅς.

Ἤθη φίλων γίνωσκε, μιμήσῃ δὲ μή: ὅτι οὐ δεῖ πάντα φίλῳ ἕπεσθαι.

Ἡ Θρᾷττα ἐπὶ τῷ ταρίχει: ἐπὶ τῶν κρυπτόντων τὰ ἴδια πάθη, ἢ ἐπὶ τῶν προφασιζομένων ἵνα τύχοιεν τινός. Καὶ γὰρ ἡ Θρᾷττα φίλοινος οὖσα, διψῆν ἔφασκε διὰ τὸ φαγεῖν τάριχος.

Ἡ Καυνία βοῦς: ἐπὶ τῶν ὅσα πονήσουσιν ἀπολλύντων· ταύτῃ γὰρ πολὺ μὲν ἠμέλχθη γάλα, λακτίσασα δὲ ἀνέτρεψεν.

Ἢ λέγε τι σιγῆς κρεῖττον, ἢ σιγὴν ἔχε: ἐπὶ τῶν οὐκ ἄξια λεγόντων.

Ἡλιάδων δάκρυα: ἐπὶ τῶν πολλὰ ἐχόντων χρήματα, παρόσον τὰς Ἡλιάδας αἰγείρους ** Φαέθοντα

θρηνούσας τὸν ἀδελφὸν, στάζειν δάκρυα τὸν ἤλεκτρον οἱ Ἕλληνες ἐμυθεύσαντο, ἡλίου δὲ τέκνα Φαέθων καὶ αἱ αἴγειροι.

Ἡλίβατον: τὸ ὑψηλὸν ὄρος, τῷ ἡλίῳ ὂν μόνῳ βατόν. Καὶ παροιμία, ἡλίβατον κακόν, ἐπὶ τῶν σφόδρα δεινῶν.

Ἡλιθιώτερος Λευκολόφου: οὗτος ἀποδόμενος τὴν οἰκίαν, ἀντεποιεῖτο τοῦ φρέατος.

Ἡμένη πελειάς: ἐπὶ τῶν ἁπλουστάτων· κατὰ ἀντεξέτασιν τὴν πρὸς τὰς παλευτρίας, αἳ ἐξιπτάμεναι καὶ ἄλλας ἀπατῆσαι προάγονται. Παλεῦσαι γὰρ τὸ ἀπατῆσαι φασίν.

Ἡ μωρία μάλιστα ἀδελφὴ πονηρίας ἔφυ.

Ἡ συκάμινος συκαμίνῳ ῥύπτεται: πρὸς τοὺς ἐν ἑαυτοῖς τὰ ὠφέλιμα λαμβάνοντας ἐξ ἑαυτῶν.

Ἡ Συρακοσίων δεκάτη: ἐπὶ τῶν σφόδρα πλουσίων.

Ἤτοι σύνδεσμος ἰσοδυναμῶν τῷ δέ· Ἤτοι ὅγ’ ὣς εἰπών. Ὅμηρος οὐ διαζευκτικῶς αὐτῷ χρῆπαι. Τινὲς δὲ καὶ ἀντὶ τοῦ μέν.

Ἡφαίστου δεσμὸς ἢ Ἡφαίστειος δεσμός: ἐπὶ τῶν ἀφύκτων καὶ ἀλύτων δεσμῶν. Ἥφαιστος γὰρ τὸν Προμηθέα στεῤῥῶς ἐδέσμευσεν.

Ἡ ψελλὴ οὐ πιττεύω: ἐπὶ τῶν τὰ οἰκεῖα ἐλαττώματα πειρωμένων ἀποκρύπτειν.

Θεοὶ Μολοττικοί: οἱ κύνες· ἢ ὅτι ψυχοπομπεῖον ἐν Μολοττίᾳ. Ἐπὶ τῶν φοβουμένων τὰ φόβου ἄξια.

Θερσίτειον βλέμμα, καὶ, Θερσίτειον εἴδωλον: παροιμία ἐπὶ τῶν πάνυ δυςειδῶν, ἐπεὶ καὶ ὁ Θερσίτης τοιοῦτος ἦν.

Θετταλικὸν σόφισμα: ἐπὶ τῶν πανούργων καὶ εὐμεθόδων ἔργων. Λέγεται δὲ καὶ ἐπὶ τῶν ἀεὶ ἀναβαλλομένων

τὸ παρ’ αὐτῶν ὑπεσχημένον, δι’ οἰκεῖον κέρδος. Ἀράτιος γὰρ ὁ ἐκ Θετταλίας ηὔξατο δοῦναι τῷ Ἀπόλλωνι, εἰ περιγένοιτο τῶν ἐχθρῶν, ἑκατόμβην ἀνδρῶν, καὶ τυχὼν οὐκ ἐποίει, διὰ τὸ μὴ ἱερεπρεπῆ εἶναι λέγων τὴν τοιαύτην θυσίαν.