Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium, Commentaria in Aristotelem Graeca, Vol 13.3, Wallies, Reimer, 1909
p. 96 a22 Πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα. |
[*](110v)Μέθοδον ἡμῖν παραδίδωσι δι' ἧς θηρεύθειν τε καὶ εὑρίσκειν δυνησόμεθα τὸν ἑκάστου τῶν ζητουμένων ὁρισμόν, ἐπεὶ μὴ οἷόν τε δι' ἀποδείξεως δείξεως αὐτὸν δεικνύναι. καὶ ἐπεὶ ὁ ὁρισμὸς ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων, τοθτέστι τῶν ἐν τῇ οὐσίᾳ, πῶς δυνησόμεθα λαμβάνειν τὰ χρήσιμα πρὸς τοὺς ὁρισμοὺς τοὺς εκάστου, λέγει. τῶν δὴ ὑπαρχόντων τισὶ τὰ μὲν τισὶ μόνοις ὑπάρχει, ὡς μονάδι ἡ ἀρχὴ καὶ στιγμῇ τὸ ἀμέγεθες, τὰ δὲ καὶ τούτοις καὶ ἄλλοις καὶ επὶ πλέον ἐπεκτείνεται. καὶ τῶν ἐπὶ πλέον ἐπεκτεινομένων τὰ μὲν οὐχ ὑπερβαίνει τὸ γένος τὸ ἐκείνου οὗ βοθλόμεθα τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα λαβεῖν, τὰ δὲ καὶ ἐπὶ τὰ ἀνομογενῆ ἐπεκτείνεται· οὐ γὰρ ὁμοίως ὑπάρχει ἢ] τῷ ἀνθρώπῳ τὸ ζῷόν τε καὶ τὸ λευκόν. τῶν δὴ καθόλου κατηγορουμένων ὅσα ἐπὶ πλέον λεγόμενα τοῦ προκειμένου μὴ ἐπὶ πλέον τοῦ γένους αὐτοῦ ἐπεκτείνεται, ταῦτα λαμβάνονται ὡς τῆς οὐσίας αὐτοῦ καὶ τοῦ τί ἦν εἶναι δηλωτικά. τῶν γὰρ ἐπὶ πλέον κατηγορουμένων τινὸς οὕτως μὴ μέντοι ἐκβαινόντων τὸ γένος, ἐν ᾧ ἐστιν, οὗ τὸ ἐπὶ πλέον κατηγορούμενον εἴληπται, ἂν ληφθῇ ταῦτα, ὧν ἕκαστον ἐπὶ πλέον μὲν τοῦ ὁριζομένου ἐστί, πάντα δὲ ὁμοῦ μόνῳ καὶ παντὶ ὑπάρχει τῷ ὁριζομένῳ, ἐκεῖνα τὴν οὐσίαν αὐτοῦ ἐνδείξεται. καὶ εἴη ἂν ὁρισμὸς ὁ ἐκ τῶν καθόλου τε καὶ κοινῶν ἴδιόν τι ἀποτελῶν.
p. 98a32 Τὰ δὴ τοιαῦτα ληπτέον μέχρι τούτου, ἕως τοσαῦτα ληφθῇ πρῶτον.
Πρῶτον μὲν δείκνυσιν ὅτι ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων συντιθέμενος λόγος ἀναγκαίως ὐπάρχει τῷ ὑποκειμένῳ, δεύτερον δὲ ὅτι καὶ ὁρισμός ἐστιν αὐτοῦ. δεῖ δ' ἀντὶ τοῦ τὰ καθόλου δ' ἀναγκαῖα γε- [*](1 σημαινόμενον Ua τοῦ ὅρου transposui: post ὅρος colloc. RUa κυριώτατος Ua 2 post αἰτίαν add. διαφέρειν καὶ R λαμβάνει U 3 an εἴδη ? 4 τὸ om. Ua συμπεράσματος Ua πως om. R 8 ὁρισμόν] ὁ et σμ in ras. U σἴονται U 9 δείκνυται U 11 ὅρους R δὲ R 12 ὑπαρχόντων Ua ἡ ἀρχὴ R: τὸ ἀρχὴν καὶ τέλος Ua 13 τὸ ἀμέγεθες scripsi: τοῦ μεγέθοθους R: τὸ μέγεθος Ua 14 ἐπεκτείνεται] ἐπ in ras. U 15 οὖ B: οὐ RUa τὰ R: δὲ Ua 17 ἢ delevi τό τε ζῶον Ua post λευκόν add ἢ Ua 19 λαμβάνονται scripsi: λαμβάνοντες RUa ὡς scripsi: ἂ R: πῶς Ua post οὐσίας add. εἰσὶν Ua 20 τινὸς scripsi: τινῶν libri 21 post γένος add. τὸ Ua οὐ libri ἐπὶ cm. Ua 23 ἅμα Ua ἐκείνας Ua 27 ληφθείν R (A B u) 28 <ὁ>ἐκ conicio 29 ὑπάρχων 29. 30 καὶ ὅτι ὁ (ὁ om. B) ὁρισμός R 30 τοῦ om. U τὰ, quod coniecerat Waitz Organ. II p. X, R: ταῦτα Ua δ' om. R)
p. 96 b6 Ὅτι δὲ οὐσία, ἐκ τῶνδε δῆλον.
Ἐπειδὴ μηδέπω αὔταρκες πρὸς τὸ εἶναι ὁρισμὸν τὸ ἐν τῷ τί ἐστι καὶ ἐξ ἀνάγκης κατηγορούμενον καὶ εἶναι τοῦτο ἐκεῖνα, δείκνυσιν, ὅτι καὶ οὐσία καὶ ὁρισμὸς ὁ εἰρημένος λόγος. εἰ γὰρ μή ἐστιν ὁρισμός, κατηγορεῖται δ' ἐν τῷ τί ἐστιν, εἴη ἂν γένος· τὸ γὰρ ἴδιον οὐκ ἐν τῷ τί ἐστιν, εἴ γε συμβεβηκός. ᾧ λόγῳ εἰ μέν τι ὄνομα εἴη ἐπιτεταγμένον, εἴη ἂν ὠνομασμένον τὸ γένος· εἰ δε μὴ εἴη δι' ὀνόματος δηλούμενον, ἀνώνυμον. ἔνια μὲν γὰρ γένη ἀνώνυμά ἐστι καὶ καὶ διὰ λόγου δηλοῦται, ὡς τὸ ζῷον πεζὸν ἢ ζῷον πτηνόν· ταῦτα γὰρ γέμξ μέν, ἀλλ' ἀνώνυμα. καθόλου γάρ, ὅταν γένος μετὰ διαφορῶν τινος κατηγορῆται καὶ μὴ ᾖ ὁρισμὸς αὐτοῦ, γένος αὐτοῦ γίνεται ὁ προειρημένος λόγος καὶ ἐπὶ πλειόνων κατηγορούμενος εἰδῶν καὶ οὐ τῆς τριάδος μόνον· τὰ γὰρ γένη ἐπὶ πλέον τῶν οἰκείων εἰδῶν, εἰ καὶ μὴ ἀεὶ ἐνεργείᾳ, κατά γε δ;θμα,ομ ἀεί. ἀλλὰ μὴν οὐδενὶ ὑπάρχει ἄλλῳ τὰ προειρημένα ἢ ταῖς ἀτόμοις τριάσιν· οὐσία ἄρα τὰ προειρημένα τῆς τριάδος. ὃ γὰρ κατὰ μηδενὸς ἄλλου κατηγορεῖται ἢ κατὰ τῶν ἀτόμων τῶν ὑπὸ τὸ εἶδος καὶ κατὰ πάντων αὐτῶν οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖται, ἠθροισμένον ἐκ τῶν ἐπὶ πλέον ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ εἴδους, ὑφ' ὃ τὰ ἄτομα, τοῦτο τοῦ εἴδους τοῦ κατὰ τῶν ἀτόμων ὁρισμός ἐστι. τῷ δὲ ὑποκείσθω ἀντὶ τοῦ ‘κείσθω καὶ ὁμολογείσθω' κέχρηται· οὐ γὰρ ἀμφισβητεῖ κατ’ αὐτοῦ.
p. 96 b10 Εἰ τοίνυν μηδενὶ ὑπάρχει ἄλλῳ.|
Ὑπογράψας τὴν μέθοδον τὴν ὁριστικὴν ἐπὶ τῶν ἀτόμων εἰδῶν καὶ [*](2 τὸ om. R 2.3 τὰ καθόλου ἀναγκαῖα εἶναι Ua 4 ὂν addidi τῶ Ua: τὸ R πρὸ τούτου R: πρώτου Ua διὰ τοῦ πp. τ. βιβλ.] c. 4 p. 73 b26 sq. 5 ἐπεὶ Ua Arist: om. R δὲ ex Arist. addidi ὅ — εἴρηται delevi αὐτὸς a ante εἴρηται add. οὕτως Ua 6 immo τῆς πρώτης προτάσεως τοῦ 7 καθόλου delevi 8 πρὸ ἀλίγου] p. 96 a 15 11 τῶν γε R 13 δείκνυσιν scripsi: δεικνῦς libri 16 ὦ R: τῶ a, in ras. U 18 μὲν om. Ua 20 διαφορῶν τινος scripsi: διαφόρων τινῶν RUa κατηγορεῖται a εἴη R 21. 22 κατηγορουμένων Ua 23 εἰδῶν R: εἰ δ' Ua 24 τέτρασιν pr. B 27 ἠθροισμένως K 28 ἐφ' R 32 τὴν ὁριστικὴν μέθοδον L τῶν LR: om. Ua post ἀτόμων add. ἤγουν εἰδικωτάτων L)
p. 96 b15 Χρὴ εὲ ὅταν ὅλον τι πραγματεύηταί τις.
Ὅτι διὰ τῶν ὁρισμῶν τῶν ὑπὸ τὸ γένος πρώτων καὶ ἀτόμων εἰδῶν εὑρίσκομεν τὸν τοῦ γένους ὁρισμόν, πρώτον μὲν τὸ γένος αὐτοῦ λαμβάνοντες (ἔχει γὰρ γένος, εἴ γε ὁριστόν ἐστιν), ἔπειτα ὅσα κοινῶς ὑπάρχει ἐν τοῖς ὁρισμοῖς τῶν ἀτόμων αὐτοῦ εἰδῶν. ἃ γὰρ κοινὰ πάντων τῶν ὑπὸ τὸ γένος ἐστὶν εἰδῶν μηδενὶ ἄλλῳ ὑπάρχοντα, ταῦτα συμπληροῖ τὸν τοῦ γένους αὐτῶν ὁρισμόν· ὡς γὰρ ὃ μόνων <κοινὸν> τῶν ἐν τῷ τί ἐστι τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, τοῦτο ὁρισμὸς τοὺ εἴδους, οὕτω καὶ ἃ μόνοις πᾶσι τοῖς ὑπὸ τὸ γένος ἀτόμοις εἴδεσιν ὑπάρχει ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενα, ταῦτα τὴν οὐσίαν συμπληροῖ τοῦ γένους αὐτῶν.
p. 96 b25 Αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφοράς.
Εἰπών, τί ἐστιν ὁρισμὸς καὶ πῶς οἷόν τε ὁρίζεσθαι, ἐφεξῆς λέγει περὶ τῆς διαιρετικῆς μεθόδου, καὶ δείκνυσιν αὐτῆς τὸ χρήσιμον πρὸς τὴν εὕρεσιν τοῦ ὁρισμοῦ, πρὸς γὰρ τὸ λαμβάνειν τὰ καθόλου τε καὶ καθ' αὑτὰ κατηγορούμενα ἐπὶ π[λέον, ἐξ ὧν ἀθροιζομένων τε καὶ συντιθεμένων ἡ ἴδιος οὐσία τοῦ προκειμένου δηλοῦται· ἐκ γὰρ τῆς διαιρέσεως τῆς κατὰ τὰς διαφορὰς τοῦ γένους, οὗ εἶδός τι ὁρίσασθαι ζητοῦμεν, τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ληψόμεθα τοῦ προκειμένου. χρήσιμοι δ' αἱ διαιρέσεις, εἰ καὶ μηδὲν δεικνύουσι συλλογιστικῶς, πρὸς τὸ ἀθροίζειν ἐξ αὐτῶν τὸ τί [*](1 εἶναι L ἀτόμου scripsi: ἀτόμων libri λόγον ὃς LR: λόγων ὡς Ua 3 ὁρισμοῦ LR 4 μόνων LR: μόνος Ua αὐτῶν LR: αὐτὸ a ante κατηγορεῖσθαι add. ov Ua: om. LR ἐκεῖνα LR 5 ὅτι LR: om. Ua ἐν–6 γένει om. L 6 τὸ τῶ U) εἶναι τῶ γένει Ua 6. 7 εἰσὶν ἀτόμων εἰδῶν ἤγουν εἰδικωτάτων, ἀλλὰ καὶ τῶν τούτων γενῶν L 8 ὁρισμοί om. L γε L: τῷ Arist. εἴδη LUa: εἴδει R Arist. 12 τὸ γένος αὐτοῦ LR: inv. ord. Ua 13 ὑπάρχουσιν LR 14 post γένος add. ἄτομόν Ua: om. LR 15 ἐστὶ post εἰδῶν colloc. L: εἰσὶν R ὑπάρχοντα L: ὑπάρχει RUa ταῦτα om. LR αὐτῶν ex ἀετῶν corr. L 1 16 μόνον LUa κοινον addidi ἐν τῷ τί έστθ κατηγορουμένων post 17 ἀτόμων colloc, alt. τῶν om. L 17 post τοῦτο add. ὁ L μόνοις L: μόνως RUa 18 πᾶσι om. L 18. 19 κατηγορούμενα αὐτῶν L 23 τε om. LR αὑτὸ L 25 τὰς L: om. RUa 26 οὖ τὸ εἶδος, om. τι L 27 immo δὴ)
p. 96 b32 Εἰ γὰρ ἅπαν ἐκ δύο ἐστὶ καὶ ἕν τι τὸ ζῷον ἥμερον.
Τουτέστιν εἰ κατὰ τὴν διαίρεσιν ἅπαν τὸ ἐκ τῆς διαιρέσεως λαμβανόμενον καὶ συντιθέμενον τῷ διῃρημένῳ ἕν τι γίνεται καὶ γένος τοῦ μετ’ αὐτὸ καὶ ἐκ τούτου τοῦ γινομένου ἐκ τῆς συνθέσεως ἡ διαίρεσις γίνεται, δῆλον ὡς ἀεὶ ἡ δευτέρα διαίρεσις εἰς ἐλάττω ἔσται καὶ οὐκ ἔσται πρὼτον τὸ ἐπ' ελαττον ὂν τοῦ ἐπὶ πλέον ὄντος ἐν τῇ συνθέσει τῶν εἰλημμένων. ἐπειδὴ δ' ἡ διαφορὰ καθ' αὑτὴν λάμβανομένη οὐ δοκεῖ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, διὰ τοῦτο συντιθεμένην αὐτὴν τῷ τεμνομένῳ ἕν τι εἶπε γίνεσθαι καὶ οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τῷ ἓν τοῦτο γίνεσθαι γένος τοῦ μετ’ αὐτὸ καὶ πάλιν διαιρεῖσθαι. διὸ χρήσιμος ἡ διαίρεσις τὴν τάξιν ταύτην δεικνῦσα· ἀεὶ γὰρ τὸ διαιρούμενον τοῦ ἐκ τῆς διαιρέσεως γινομένου πρῶτον ληφθήσεται.
p. 96 b34 Ἢ ὅ τι δήποτέ ἐστι τὸ ἓν γινόμενον, ἀναγκαῖον διελόμενον αἰτεῖσθαι. ἔτι πρὸς τὸ μηδὲν παραλιπεῖν τῶν ἐν τῷ τί ἐστιν.
Ἀντὶ τοῦ ‘ἀνάγκη πρῶτον διελόμενον αἰτεῖσθαι καὶ λαμβάνειν ἐκ τῆς διαιρέσεως τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον τοῦ προκειμένου'· τὸ γὰρ μὴ δι' ἀποδείξεως λαμβάνειν αἰτεῖσθαι λέγει.
p. 96 b36 Ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος.
Δείξας, ὅτι πρὸς τὴν τάξιν τῶν ἐν τῷ ὁρισμῷ λαμβανομένων ἑκάστου χρήσιμος ἡ διαίρεσις, καὶ πρὸς τὸ μηδέν φησι παραλειφθῆναι τῶν ὀφειλόντων ἐν τῷ ὁρισμῷ παραληφρθῆναί τε καὶ τεθῆναι χρήσιμον εἶναι τὴν διαίρεσιν. κατὰ γὰρ τὰς οἰκείας καὶ προσεχεῖς ἑκάστῳ γένει διαφορὰς <εἰ> γίνεται ἡ διαί|ρεσις, οὐδὲν παραλειφθήσεται· οἰκεῖαι δὲ καὶ προσεχεῖς τῷ [*](111v) διαιρουμένῳ γένει διαφοραὶ ἐἰς ἃς πᾶν τὸ ὑπὸ τὸ διαιρούμενον γένος [*](1 συλλογίζεσθαι BUa Arist. : συλλογίσασθαι LR χρήσιμον R 2 ὅροις LR παραλαμβανομένων L 3 παραλιπεῖν LR Arist. : παραλείπειν Ua (D) 5 τῆς om. 6 ὄν L 8 ὅτι L ἔσται alt. LR: ἐστι Ua 11 αὐτῶ L εἶπε om. LR 12 καὶ om. L ὡς RL: om. RUa τῶ alt. L: τὸ RUa ἓν τοῦτο LR: ἐν τούτω Ua γένος LR: γένους Ua 14 δεικνῦσα LR: δεικνύουσα Ua 16 τὸ ἐγγινόμενον Ua 17 post αἰτεῖσθαι add. τοθτέστι τὸ ἐκ διαιρέσεως ὁριζόμενον καὶ ὡς ἓν γινόμενον, ἀναγκαῖον αἰτεῖσθαι τὸ ἐν ἀρχῆ λαμβάνοντας ἓν εκαστον ἐκείνων ὡς ὁμολογούμενον, ἔτι κτλ. om L 22 τὴν ἐν — λαμβανομένην R 23 παραλειφθῆναι corr. L 1: παραληφθῆναι RUa, pr. L 25 εἰ addidi 26 ἡ διαίρεσις L: τῆ διαιρέσει RUa post οὐδέν add. φησί L παραλειφθήσεται L: παραληφθήσεται RUu 27 ὑπὸ τὸ διαιρούμενον BL: ὑποδιαιρούμενον RUa)
p. 97 a2 Ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστου, καὶ τῶν ἔξω γενῶν καὶ τῶν ὑπ' αὐτό, οἷον ὅρνιθος, εἰς ἣν πᾶς ὄρνις, καὶ ἰχθύος, εἰς ἣν πᾶς πᾶς ἰχθύς. οὕτω μὲν οὖν βαδίζοντι ἔστιν ὅτι οὐδὲν παραλέλειπται.
Ἔξω γένη ἢ τὰ ἀνωτέρω καὶ κοινότερα αὐτοῦ τοῦ ζῴου, οὗ ἐμνημόνευσεν, ἢ ἔζω τὰ ἕτερα καὶ κεχωρισμένα τοῦ ζῴου καὶ τῆς οὐσίας, ὧν εἴη ἂν τὰ ὑπὸ τὰς ἄλλας κατηγορίας. ἢ τῶν ἔξω καὶ τῶν ὑφ' αὑτά ἀντὶ τοῦ ‘τῶν μὴ ὑπαλλήλων ὄντων ἀλλὰ κεχωρισμένων'· τοιαῦτα γὰρ ἥ τε ὄρνις καὶ ὁ ἰχθύς.