Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium, Commentaria in Aristotelem Graeca, Vol 13.3, Wallies, Reimer, 1909

p. 95 a28 Ἀρχὴ δὲ καὶ τούτων τὰ γεγονότα καὶ τὰ ἑξῆς.

Ὅτι ἐπὶ τῶν γεγονότων οὐκ ἀναγκαία ἡ ἀπὸ τοῦ πρώτου γεγονότος ἀρχὴ τῆς ἀκολουθάς ἐπὶ τὸ μετ' αὐτὸ καὶ δι' αὐτὸ γεγονὸς ὡς εἶναι, ὥσπερ ἐπὶ τοῦ αἰτίου ἀληθὲς τὸ γεγονέναι, οὕτως καὶ ἐπὶ τοῦ αἰτιατοῦ [*](1 οὗ] οὕτω U 8. 9 an συνυπάρχον? 9 σύνχρονον U 11 post δ' add. ἐστὶν Ua αὐτὸ αἴτιον scripsi: αὐτὰ R: αὐτὸν Ua 12 παντὸς Ua 13 ἃς U: οὓς Ra τὸ Ua: καὶ R τῶν om. Ua 15 αὐτὸ scripsi: αὐτὰ R: αὐτῶν Ua 16 δὲ R ἀκολουθεῖ R 17 τοῦ δὲ a 18 τοῦ τοῦ scripsi: τούτου RU: τοῦ τούτου δὲ a ἔτερον U, post γεγονότος a 20 τοιοῦτο B: τοιοῦτος Ua γὰρ <τὸ> conicio 21 δεῖ Ua 23 fort, <ποτὲ δ' ἐπὶ τοῦ ἐνεστῶτος> ποτὲ 27 ἡ ἀπὸ Ua: ἐπὶ R τὸ R ὡς om. Ua 29 τοῦ alt. om. Ua)

575
πάντως ἀληθὲς τὸ καὶ αὐτὸ γεγονέναι, οὔτε ἐὰν ὁρίσαντες τὸν χρόνον λέγωμεν [*](109r) οὔτε ἐὰν ἀορίστως· ἐνδέχεται γὰρ τοῦ πρώτου γεγονότος, οἷον τοῦ θεμελίου, τὴν οἰκίαν μηδέπω γεγονέναι. οὕτω δ' οὐκ ἀκολουθήσει τῷ αἰτίῳ τὸ αἰτιατόν, εἴ γέ ἐστιν οὐκ ἀληθὲς τὸ εἰ γέγονε τὸ αἴτιον, γεγονέναι καὶ τὸ αἰτιατόν. ἐν γὰρ τῷ μεταξὴ χρόνῳ, ἐν ᾧ τὸ μὲν ἕτερον γέγονεν, οἷον ὁ θεμέλιος, τὸ δὲ ἕτερον οὔ, ὡς ἡ οἰκία, οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι, ἐπεὶ θεμέλιςο γεγονε, καὶ οἰκία γέγονεν· τὸ γὰρ γεγονέωαι λεγόμενον τὸ μήπω γεγονὸς οὐκ ἀληθές. ὥστε <οὐ> συγχρονήσει τῷ αἰτιατῷ τὸ αἴτιον οὕτω λαμβανομένης τῆς ἀκολουθίας. δεῖ δὲ τὸ ὥστ' ἐπεὶ τοῦτ' ἀληθὲς τοῖς πρὸ αὐτοῦ συνάπτειν ἔτι· οὔτε Τὰρ ἀοριστου οὔτε ὁρισθέντος ἔσται χρόνου ὃ ἐδήλωσε διὰ τούτου. ὡς δ' ἐπὶ τῶν γεγονότων ψευδὴς ἡ ἀκολουθία, οὕτω καὶ ἐπὶ τῶν ἐσομένων· οὐ γὰρ ἀληθὲς ἐπὶ τῶν ἐσομένων ἔσται ἀεὶ ὅτι, εἰ τὸ πρῶτον, ἔσται καὶ τὸ μετ' αὐτό, οὐδ' ἐπεὶ τόδε γέγονε, τόδε ἔσται. καὶ λέγει τούτου τὸ αἴτιον, ὃ καὶ τῶν φθασάντων ἐστὶν αἴτιον, ὅτι τὸ μέσον δεῖ, τουτέστι τὸ αἴτιον τὸ χυρίως αἴτιον τοιοῦτον ᾧ πάντως τὸ αἰτιατὸν συνθπάρχει ὁμόγονον εἶναι τῷ αἰτιατῷ, τουτέστι τοῦ αὐτοῦ χρόνου καὶ συνθπάρχειν λαὶ ὁμοῦ γίνεσθαι.

p. 95 a39 Ἔτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι τὸν χρονον.

Ζητεῖ, εἰ μὴ ἐξ ἀνάγκης ἕπεται τοῖς πρώτοις τὰ δεύτερα μηδ' ἐστὶ τὸ πρῶτον γινόμενον καὶ αἴτιόν τινος ἐσομένου, διὰ ποίαν αἰτίαν μετὰ τὰ πρῶτα γίνεταί τινα καὶ ἔστι συνέχεια αὐτῶν, ὥστε μετὰ τὸ γεγπμέμαο τόδε τι, φέρε εἰπεῖν θέρος, γίνεσθαι μετόπωρον καὶ μὴ διαλείπειν, εἴ γε μὴ ἐστιν αἴτιον τοῦ μετοπώρου τὸ θέρος. ἐν μὲν οὖν τῷ Η τῆς Φυσικῆς ἀκροάσεως ζητῶν τοῦτο φυσικὴν αὐτοῦ τὴν αἰτίαν ἀποδέδωκεν, ὅτι ἡ τοῦ πέμπτου σώματος ἀίδιος περιφορὰ αἰτία τοῦ τὴν γένεσιν συνείρειν. ἐνθάδε δὲ ὅσον μόνον λῦσαι τὸ ἀπορούμενον λέγει. φησὶ γὰρ ὅτι οὐδὲ τὴν ἀρχήν ἐστι συνεχῆ τὰ γινόμενα τοῖς γεγονόσιν· οὐ γάρ, εἰ ὁ χρόνος ὁ πᾶς συνεχὴς ἑαυτῷ, ἤδη καὶ ὁ τούτων χρόνος, ἐν ᾧ ταῦτα γίνεται, συνεχής. ὥστ' εἰ μὴ εἴη τοῦτο, οὐδ' ἂν αἴτια αὐτοῦ δεόντως ἐπιζητοῖτο. ὅτι οὖν μή ἐστιν ἐχόμενα καὶ συνεχῆ τὰ γεγονότα τοῖς γινομένοις, δείκνυσι δείξας πρῶτον ὁτι μηδὲ τὰ γεγονότα ἀλλήλοις ἐστὶ συνεχῆ, εἰ [*](1. 2 ἂν — ἂν Ua λέγομεν λέγομεν 3. 4 τῷ αἰτίῳ τὸ αἰτιατὸν scripsi: τὸ αἴτιον τῶ αἰτιατῶ RUa 4 εἰ γάρ Ua post εἰ alt. add. τε R 6 οὔ Ua: ὄν R 7 άληθῶς a 8 immo λέγειν; an τὸ οὐ addidi 9 ἐγχρονήσει R 10. 11 οὔτε γὰρ ex Arist. scripsi: inv. ord. RUa 12 τούτου scripsi: τοῦ RUa ἀκολούθησις Ua 13 ἐσομένων alt. scripsi: λεγομένων RUa εἰς U 16 τὸ <γὰρ> κυρίως sive τὸ κυρίως, τὸ κυρίως> conicio 17 καὶ om. R 18 συνυπάρχειν — γίνεσθαι scripsi: συνυπάρχει — RUa 20 post εἰ add. καὶ R 21 γενόμενον U ἐσομένου scripsi: ἐσόμενον RUa 23 γίεσθαι scripsi: γίνεται RUa μεθόπωρον U διαλιπεῖν R εἴτε R 24 μεθοπώρου U τὸ θέρος ante αἴτιον colloc. Ua 24. 25 τῷ η' τῆς Φυσ. ἀκp.] c. 8 p. 261 b 27 sq. 25 τούτω U 26 πέμπτου om Ua σωκράτους a 27 ἔνθα Ua ὅσα a 29 ταῦτα γίνεται R: γὰρ ταῦτα Ua 30 δὲ ὔντος U 32 δείκνυσι om. R εἰσὶ R 32. p. 576, 1 εἴπομεν R)

576
τὸ μὲν πρῶτον εἴη γεγονός, τὸ δὲ μετ' αὐτό. ὅτι δὲ τὰ γεγονότα οὐκ [*](109r) ἔστι συνεχῆ ἀλλήλοις, παρίστησι διὰ τοῦ πᾶν τὸ γεγονός, ὅτε πρῶτον γέγονε, μὴ ἐν χρόνῳ ἀλλ' ἐν πέρατι χρόνου γεγονέναι. τὸ μὲν γὰρ γινόμενον πᾶν ἐν χρόνῳ γίνεται, τὸ δὲ γεγονὸς ἐν πέρατι χρόνου· τοῦτο δ' ἐστὶ τὸ νῦν, ὃ ἀδιαίρετον. δέδεικται δὲ ταῦτα εν τῇ Φυσικῇ ἀκροάσει. εἰ δὲ συνεχῆ μὲν ταῦτα τῶν ἐν χρόνῳ ὦν ὁ χρόνος συνεχής, τὰ δ' ἐν οἶς τὰ γεγονότα γέγονεν οὔτε χρόνοι πέρατα γὰρ χρόνων καὶ οὐ χρόνοι) οὔτε συνεχῆ οὐδὲν γὰρ συνεχὲς ἐξ ἀδιαιρέτων), οὐδ' ἂν τὰ γεγονότα συνεχῆ ἀλλήλοις εἴη· ὡς γὰρ ἐκ στιγμῶν οὐχ οἷςον τε συνεχὲς γενέσθαι, οὕτως οὐδὲ ἔκ τῶν ἐν οἷς τὰ γεγονότα. δείξας δέ, ὅτι τὰ γεγονότα οὐ δύναται εἶναι συνεχῆ ἀλλήλοις, ἑξῆς δείκνυσιν ὅτι μηδὲ γεγονός τι γινομένῳ συνεχὲς οἷόν τ’ εἶναι. τὸ μὲν γὰρ γεγονὸς ἐν ἀδιαιρέτῳ γέγονεν, ἐν γὰρ τῷ νῦν· τὸ δὲ γινόμενον ἐν διαιρετῷ, ἐν χρόνῳ γάρ· οὐχ πἷόν τε δὲ συνεχὲς εἶναι διαιρετὸν ἀδιαιρέτῳ. συνεχῆ γὰρ ταῦτα ὧν κοινὸς ὅρος· τὸ ὁ ἀδιαίρετον οὐδὲν ἔχον κοινὸν <οὐδ’ ὅρον κοινὸν> ἕξει πρός τι.

p. 95 b10 Μᾶλλον δὲ φανερῶς ἐν τοῖς καθόλου περὶ κινήσεως [*](109v) δεῖ λεχθῆναι περὶ τούτων.

Ἐν τοῖς τελευταίοις τέτρασι λόγοις τῆς Φυσικῆς ἀκροάσεως· εἴρηται γὰρ ἐν ἐκείνοις τίνα τὰ συνεχῆ, τίνα τὰ ἐχόμενα, τίνα τὰ ἐφεξῆς, τίνα χωρίς, τίνα ἅμα· ἀλλὰ καὶ τὴν αἰτίαν ἐν ἐκείνοις ἀποδέδωκε τοῦ τὴν γένεσιν συνειρειν.

p. 95 b13 Περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενέσεως ἔχοι τὸ μέσον τὸ αἴτιον ἐπὶ τοσοῦτον εἰλήφθω.

Οὐκ εἶπε ‘πῶς συνεχοῦς γινομένης τῆς γενέσεως' ἀλλ' ἐφεξῆς· ἔδειξε γὰρ ὅτι μὴ συνεχής. πῶς οὗν τὸ μέσον ἔχει, ὃ καὶ αἴτιον τῆς τῶν ἄκρων συναγωγῆς, ἐν τοῖς ἐφεξῆς γινομένοις, εἴρηκε, τουτέστι πῶς λαμβανόμενον μέσον τε καὶ αἴτιον ἂν εἴη τοῦ τε πράγματος καὶ τοῦ συμπεράσματος, ὅτι ἀπὸ τῶν ὑστέρων λαμβανόντων αὐτῶν τὴν ἀκολουθίαν, τουτέστιν ἀναγκαῖον καὶ ἐν τούτοις, εἰ οὕτω λαμβάνοιτο ἡ ἀκολουθία, πρώτου λαμβανομένου τοῦ αἰτιατοῦ, τὸ μέσον τοῦ ὑστέρου αἴτιον εἶναι. τὸ δὲ προσεχὲς αἴτιον καὶ τὸ οὗ αἴτιον ἄμεσα· τοῦτο δ', ὅτι συνυπάρχουσιν ἀλλήλοις τό τε αἴτιον καὶ τὸ αἰτιατόν. ὅτι δὲ πρῶτον εἶπε τὸ ὕστερον [*](1 μετ’ αὐτὸ Ua: μετὰ τοῦτο τὸ R δὲ alt. scripsi: διὰ RUa: om. B 3 γεγονέναι scripsi: γέγονε RUa 4 δὴ (post τοῦτο) B 5 εἴδη Ua 7 χρόνοι prius scripsi: χρόνος RUa 10 οὐχ οἷόν τε Ua 11 γινομένω scripsi: γινόμενον libri 11. 12 συνεχῆ Ua 13 γινόμενον scripsi: γενόμενον libri 14 ὧν ἐστιν ὅρος κοινός Ua 15 ἔχον Ra: ἔχειν U οὐδ' ὅρον κοινὸν addidi 16 τῶ 11 18 τέτρασι RUa: τοῦ δ' B 19 ἐχόμενα RUa: συνεχόμενα B 23 τὸ μέσον om. R: τὸ μὲν, om. alt. τὸ B (A d) 26 γινομένοις scripsi: γινόμενον libri 28 post ὅτι add. τε R 30 πρώτου R: πρὸ τοῦ Ua 32 τε om. U εἰπεῖν Ua)

577
γεγονός τῆς ἀκολουθάς γὰρ πρῶτον γίνεται), ἐδήλωσεν εἰπὼν ἀρχὴ δὲ [*](109v) τὸ Γ· τοῦτο γὰρ ὑποθέμενος εἶναι τὸ ὕστερον γεγονὸς ἀρχὴν αὐτὸ εἴπε διὰ τὸ ἐγγύτερον εἰναι τοῦ νῦν.

p. 95 b22 Οὕτω δὲ λαμβάνοντι τὸ μέσον.

Οὕτω φησὶ τὴν ακολουθίαν κάτωθεν λαμβάνεσθαι καὶ τὸ μέσον καὶ αἴτιον προγενέστερον τιθέντι· οἷον πάλιν τῶν Γ Δ εἰ μέσον τι ἄλλο λάβωμεν, ἔσται συμπέρασμα τὸ Γ Δ, ὃ ἦν πρότερον προτέρῳ. καὶ οὕτω δὴ ἀεὶ τῶν λαμβανομένων πρότερον ἐν τῇ ἀκολουθίᾳ μέσον τι μεταξὴ γεγονὸς αὐτῶν λαμβανόντων ἡμῶν ἤτοι στήσεταί ποτε ἡ τοῦ μέσου λῆφις εἰς ἄμεσον ἀκολουθίαν, ἢ ἀεὶ καὶ ἐπ' ἄπειρον ἔσται πάλιν τῶν γεγονότων μέσον τι γεγονὸς λαμβάνειν. ὅσον μὲν οὖν ἐπὶ τῷ χρόνῳ ἀεὶ ἔσται μέσον τι πάντων δύο γεγονότων· τῷ γὰρ πᾶν τὸ γεγονὸς ἐν τῷ νῦν γεγονέναι, πάντων δὲ τῶν νῦν μεταξὺ χρόνον ἐπ' ἄπειρον εἶναι διαιρετὸν πάντων ἔσται τῶν γεγονότων τι μεταξὺ δυνατὸν λαβεῖν. ἐπεὶ δὲ μὴ ἀνάγκη ἐν παντὶ τῷ χρόνῳ γεγονέναι τι ἢ γίνεσθαι οὐ γὰρ συνεχῆ τὰ γινόμενα, ὡς ἔδειξεν), ἔσται τινὰ καὶ ἄμεσα γεγονότα λαβεῖν, ὧν μεταξὺ μὲν τοῦ γεγονότος χρόνος ἔσται, οὐ μὴν καὶ γεγονός τι μεταξύ, ὡς εἶναι αὐτὰ ἐφεξῆς ἀλλήλοις μηδενὸς αὐτῶν γεγονότος μεταξύ. οὕτως οἷόν τε ἔσται ἄμεσα γεγονότα λαβεῖν, αἳ ἀρχαὶ τῆς ἀποδείξεως κατὰ τὴν ἀκολουθίαν τὴν προειρημένην ἔσονται, καὶ ἔσται ἡ ἀρχὴ ἀπὸ τοῦ ἐσχάτου νῦν γεγονότος. αὐτὸς δὲ περὶ μὲν τοῦ ἄμεσά τινα ληφθήσεσθαι μετὰ τὸ τελευταῖον μὲν γεγονὸς πρῶτον δὲ λαμβάνειν οὐ διαβεβαιούμενος, ὅτι μέντοι ἔσται τι τι ὃ πρῶτον ληφθήσεται, ὃ οὕτως μέσον ἔσται τῷ μηδὲν μηδέπω γεγονέναι μετ' αὐτό, ὃ πρὸ τούτου ἐλάμβανε, τοῦτο πάντως ἔσεσθαι λέγων· τὸ γὰρ τῷ νῦν ἐνεστῶτι πλησίον, μεθ' ὃ οὐθὲν γέγονε, πρῶτον καὶ ἀρχὴ καὶ ἄμεσον.

p. 95 b25 Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἔσται· εἰ γὰρ ἀληθὲς εἰπεῖν.

Ὡς ἐπὶ τῶν γεγονότων εἶχε κατὰ τὸ μὴ εἶναι συνεχῆ ἀλλήλοις τὰ γεγονότα ἀλλ' εἶναι πάντων τῶν γεγονότων μεταξὺ χρόνον, ὃς ἐπ' ἀπειρόν ἐστι διαιρετός συνεχὴς γάρ), οὕτως καὶ ἐπὶ τῶν ἐσομένων. οὐδὲ γὰρ τὰ ἐσόμενα συνεχῆ ἀλλήλοις· καὶ γὰρ τὸ ἐσόμενον ἐν ἀτόμῳ, ὡς καὶ τὸ γεγονός· γέγονε μὲν γὰρ ἐν χρόνῳ, παύεται δὲ τοῦ γεγονέναι καὶ γεγονός [*](1 γὰρ ἀκολουθίας Ua γίνεται corr. B 3 ἐγγύτερον Ua Arist: ἐγγθτίρω R 5 οὕτω R: οὔ Ua immo λαμβάνοντι 6 δγݲ Ua 7 δὲ R 8 αὐτῶν Ua: τῶν 10 post πάλιν add. γε R 11 οὖν scripsi: οἷον RUa an πάντως? 12 τῶ prius Ua: τὸ R 13 χρόνον B: χρόνος RUa εἶναι διαιρετὸν scripsi: ἐστι διαιρετός RUa πάντα R 14 τι scripsi: τὰ B: om RUa 15 γέγονέ R γίνεσθαι scripsi: γίνεται libri 16 post λαβεῖν del. αἳ ἀρχαὶ τῆς ἀποδείξεως e vs. 18. 19 illata B χρόνου R 18 οὕτως scripsi: οὔτε RUa 22 λαμβάνειν B: λαμβάνεις RUa τι ὃ R: τὸ Ua 23 ὃ prius Ua: ἢ R 24 ἀνελάμβανε BUa 25 οὐδὲν B 28 χρόνον LR: χρόνων Ua 29 ἐστι LR: ἔσται Ua οὕτω L: οὖτος R 31 γέγονε Ua: γίνεται LR μὲν in ras. U)

578
ἐστιν ἐν ἀτόμῳ. εἶναι δὴ <δεῖ> καὶ μεταξὺ τούτων χρόνον ἐπ' ἄπειρον διαιρετόν. [*](109v) δεῖ δὲ καὶ ἐπὶ τῶν ἐσομένων καὶ τῶν ἐπ' ἐκείνων συλλογισμῶν ἀρχὴν λαμβάνειν ἀμέσους προτάσεις· οὐ γάp. εἰ πάντων τῶν ἐσομένων χρόνος μεταξύ, ἤδη καὶ τῶν ἐσομένων ἐσόμενόν τι, ὥσπερ οὐδὲ τῶν γεγονότων γεγονός. ἢ ἄμεσον ἀρχὴν εἶπεν ἀντὶ τοῦ ‘ἔσχατόν τι Ι ὁρίσαν τὰ ἐσόμενα [*](110r) ἀφ’ οὗ ἡ ἄνοδος ἐπὶ τὰ τρὸ αὐτοῦ ἐσόμενα'. ἢ ἀρχὴ ἄμεσος ληπτέα ἀντὶ τοῦ ‘πρότασίς τις χωρὶς μέσου, ἥτις ἀρχή ἐστι τοῦ συλλογισμοῦ'. δείκνυσι δὲ τὴν εἰρημένην ἀκολουθίαν οὕτως ἔχουσαν καὶ ἐπὶ τῶν ἔργων τε καὶ πραγμάτων τῶν τε ἤδη γενομένων καὶ τῶν ἐσομένων.

p. 95 b38 Ἐπεὶ δὲ ὁρῶμεν ἐν τοῖς γινομένοις κύκλῳ τινὰ γένεσιν ουσαν.

Εἰπὼν τίνα μὲν τάξιν ἔχει τὸ αἴτιον ἐν τοῖς κυρίως αἰτίοις, ὃ καὶ ὁμόγονα εἶπε, τίνα δ' ἐν τοῖς ἐφεξῆς γινομένοις, καὶ δείξας ἐπιμαρτυρούενα τὰ δεδειγμένα καὶ ἐπὶ τῶν ἔργων, ἐπεὶ καὶ τῶν ἔργων λαὶ τῶν γινομένων ἐστί τινα <ἃ> καὶ ἀντιστρέφει ὡς μὴ μόνον τῷ ὑστέρῳ τὸ πρὸ αὐτοῦ γεγονὸς ἀλλὰ καὶ τῷ πρώτῳ τὸ μετ' αὐτό κύκλῳ γὰρ ἡ γένεσίς τινων), λέγει περὶ τούτων, τίνα δύναται ἀντιστρέφειν ὡς ἀλλήλων αἴτια γίνεσθαι, καὶ ἐφ' ὧν ἡ κύκλῳ γένεσις γίνεται. ὅτι δὲ τούτου αἴτιον τὸ ἐπ' ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέφειν, δείκνυσι· τὸ γὰρ εἴπερ ἕποιντο ἀλλήλοις τὸ μέσον καὶ οἱ ἄκροι τὸ ἐπ' ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέφειν δηλοῖ. ἐπὶ μὲν γὰρ τῆς οἰκίας καὶ τῶν λίθων οὐκ ἀντιστρέφει· οὐ γάρ, εἰ ἕπεται τῇ γενέσει τῆς οἰκίας ἡ τῶν λίθων παρασκευή, ἤδη ἰαὶ τᾖ τῶν λίθων παρασκευῇ ἡ τῆς οἰκίας γέωεσις. ἀλλ' οὐδ' ἐπὶ τῶν ὁμογόνων, ὡς ἔφη, αἰτίων· οὐ γάρ, εἰ ἡ τῆς γῆς ἀντίφραξις αἰτία τῆς ἐκλείψεως, ἤδη καὶ ἡ ἔκλειψις αἰτία τῆς ἀντιφράξεως τῆς γῆς. φησὶ δὲ γίνεσθαι τὴν κύκλῳ δεῖξιν καὶ τὴν ἀντιστροφὴν τῶν αἰτιῶν, ἐφ' ὧν ἕπονται ἀλλήλοις οἱ τρεῖς ὅροι τοῦ συλλογισμοῦ ἐπ' ἴσης ὄντες καὶ ἄλλοτε ἄλλου μέσου τε καὶ αἰτίου τιθεμένου.

[*](1 ἐστιν scripsi: εἶναι libri εἶναι δὴ RUa: διὸ L δεῖ addidi post xoutujv add. ἐστὶ L 1. 2 χρόνον — δικιρετόν scripsi: χρόνος — διαιρετός libri ρον δ in ras. U) 2 δὲ R: δ΄ Ua: οὖν L καὶ prius L: om. RUa ἐπὶ τῶν ἐπ’ ἐκείνων καὶ ἐπὶ τῶν ἐσομένων L συλλογισμῶν L: συλλογισμοῦ RUa 4 post καὶ add. πάντων L 5 ὁρίσαν τὰ ἐσόμενα scripsi: ὁρίσαντα ἐσόμενον libri 6 ἡ (ante ἀρχὴ) libri 7 ἀντὶ τοῦ R: αὐτοῦ Ua τις Ua: ἐστι R ἐστὶν ἀρχὴ Ua 9 ἤδη BL: εἴδη RUa post γενομένων add. τε R 10 γενομένοις R 13 γινομένοις scripsi: γινεται RUa: om. L 14 post τὰ add. καὶ R καὶ alt. L: ἐπὶ RUa 14. 15 γινομένων LR: γενομένων Ua 15 τινὰ L: ἀλλὰ RUa ἂ addidi ἀντιστρέφοντα L μόνον LR: μόνω Ua 16 γεγονὸς LR: γένος Ua τῶ πρώτω L: τὸ πρῶτον B: τὸ a RUa 18 γίνεσθαι LR: γίνεται Ua ἡ γένεσις κύκλω L γίνεται LR: γὰρ Ua τούτου scripsi: τούτων libri 19 εἴπερ Arist.: εἰπεῖν εἴπερ L: εἰπεῖν RUa 20 καὶ prius om. a αὐτὰ LR: αὐτοὺς Ua 22. 23 ἤδη — παρασκευῆ LR: om. Ua 23 ἡ τῆς evan, L ἡ γένεσις τῆς οἰκίας Ua 24 ἔφην a αἰτίων ex αἰτίου corr. L 1 οὐδὲ γὰρ L αἰτία om. a 25 δὲ om. R: οὖν L 26 τὸ αἴτιον R: κατὰ τὸ αἴτιον, sed post τὴν L εφ' ἕπον- evan. L ἀλλήλοις post 27 συλλογισμοῦ colloc. L 27 ὄντες καὶ evan. L post ἄλλοτ' del. ἐπ' L 1 post μέσου del. ὅρου L 1 τε om. L)
579

p. 96 a8 Ἔστι δ' ἔνια μὲν γινόμενα καθόλου· ἀεί τε γὰρ καὶ ἐπὶ [*](110r) παντὸς οὕτως ἤ ἔχει ἢ γίνεται.

Δείξας ἐπὶ τῶν γινομένων ἐφ' ὧν μὲν τὴν ἀκολουθίαν ὑγιᾶ ἐκ τῶν ὑστέρων ἀρχομένην, ἐφ' ὧν δὲ καὶ ἀπὸ τῶν πρώτων, ὡς ἐπὶ τῶ κύκλῳ γινομένων, τὴν αἰτίαν τῶν διαφόρων ἀκολουθήσεων ἔοικε διὰ τούτων λέγειν. ἐπεὶ γὰρ τὰ μὲν τῶν γινομένων καθόλου γίνεται, ὃ ἐξηγούμενος εἶπεν ἀεί τε γὰρ καὶ ἐπὶ παντὸς οὕτως ἢ ἔχει ἢ γίνεται τοιοῦτον γὰρ τὸ καθόλου), τὰ δ' ἀεὶ μὲν οὔ, ὡς ἐπὶ τὸ πολὺ δέ τοιαῦτα γὰρ τὰ πλεῖστα τῶν γινομένων κατὰ φύσιν), ἐν μὲν τοῖς ἀναγκαίως γινομένοις ἀκολουθεῖ καὶ τῷ πρώτῳ τὸ μετ' αὐτό, οὐκέτι δὲ ἐν τοῖς ἐνδεχομένοις, ἀλλ' ἐπὶ τούτων ἡ ἐκ τῶν ὑστέρων ὑγιὴς ἀκολουθία, ὥσπερ καὶ ἐπὶ πάντων τῶν κατὰ τέχνην γινομένων. τῶν δὲ ἐνδεχομένων συμπερασμάτων ἐν ταῖς ἀποδείξεσιν ἀνάγκη ἰαὶ τὸ μέσον ἐνδεχόμενον εἶναι· εἰ γὰρ ἄμφω εἶεν καθόλου αἱ προτάσεις, τουτέστιν ἀναγκαῖαι, <ἀνάγκη> πάντως εἶναι καὶ συμπέρασμα ἀναγκαῖον· ὑπόκειται δ' ἐνδεχόμενον εἶναι. ὡς δ' ἐπὶ τῶν ἄλλων ἄμεσοί τινές εἰσιν ἀρχαὶ συλλογιστικαὶ προτάσεις] οὐ γὰρ οἷόν τ’ ὲπ' ἄπειρόν τινων τὰ μέσα λαμβάνεσθαι), οὕτω καὶ ἐπὶ τῶν ἐνδεχομένων τε καὶ ὡς ἐπὶ τὸ πολὺ ἔσονταί τινες ἄμεσοι προτάσεις ἀρχὴν ἔχουσαι τὸ ὡς ἐπὶ τὸ πολὺ ἢ εἶναι ἢ γίνεσθαι.

p. 96 a 20 Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται.

Τουτέστιν ἐν τοῖς ὅροις λαμβάνεται τοῖς ἐξ ὧν ὁ συλλογισμός· εἴρηκε γὰρ ὅτι μέσος ὅρος οὗτος ἐν ταῖς ἀποδείξεσι λαμβάνεται. ἢ ἀντὶ τοῦ ‘εἰς τοὺς ὁρισμούς'· οἱ γὰρ θέσει διαφέροντες ὁρισμοὶ τῆς ἀποδέίξεως καἰ τὸ τί ἐστι τοῦ πράγματος, τουτέστι τὸ εἶναι τὸ πρᾶγμα λαμβάνουσι διὰ τοῦ τὴν αἰτίαν τῆς ὑπάρξεως αὐτοῦ λαμβάνειν.

p. 96 a21 Καὶ τίνα τροπον ἀπόδειξις ἢ ὁρισμὸς ἔστιν αὐτοῦ ἢ οὐκ ἔστιν, εἴρηται πρότερον.

Τοῦ τί ἦν εἶναι δηλονότι δεικοικόν, ὡς αὐτὸς εἴρηκε πρότερον. ἀπόδειξις μὲν γὰρ ἁπλῶς δέδεικται ὅτι μὴ ἔστι τοῦ τί ἐστιν, ὅτι δ' ἐν ἀποδείξει λαμβάνεται καὶ δι' ἀποδείξεως γνωρίζεται. ἀλλὰ καὶ ὁρισμὸς αὐτοῦ ὁ μὲν λέγων ‘λόγος ὁ δηλῶν τί σημαίνει τοὔνομα' οὐκ ἔστι. τῶν δὲ [*](2 ἢ prius Ua Arist.: om. R (B M) 3 ὧ U μὲν R: μήτε Ua 5 γινομένων scripsi: γινομένην libri 6 τὰ μὲν om. R γιγνομένων U 8 οὔ R: οὕτω Ua 10 καὶ om. a τῶ R: τὸ Ua 12 δὴ Ua 13 post ἀνάγκη add. δὴ R 14 ἀνάγκη addidi 16 προτάσεις delevi 19 ἢ prius om. R 21 τουτέστιν Ua: τοῦ R εἴρηκε] c. 11 p. 94 a20 sq. 24 λαμβάνουσι scripsi: λαμβάνει libri 25 αὐτῶν R 28 ὡς scripsi: καὶ libri εἴρηται Ua εἵρηκε] c. 8 p. 93 a1 sq. 31 δὲ om. Ua)

580
ἄλλων σημαινομένων τοῦ ὅρου κυριώτατα μὲν ἦν ὅρος ‘λόγος ὁ θέσει τῆς [*](110r) ἀποδείξεως διαφέρων'· διὰ γὰρ τοῦ τὴν αἰτίαν λαμβάνειν τῆς ὑπάρξεως τοῦ πράγματος καὶ τὸ εἶναι τὸ πρᾶγμα ἐδεικνυέ πως. ἤδη δὲ καὶ τὸ ὡς ἀρχὴ ἀποδείξεως καὶ τὸ ὡς συμπέρασμα· καὶ γὰρ ταῦτα ὁρισμοί πως τοῦ τί ἦν εἶναι.